# P.Cair. Masp. 3 67328.pg10.20-67328.pg11.25

Documentary Papyri, P.Cair. Masp. 3, 67328.pg10.20 to 67328.pg11.25. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-cair-masp-3/67328.pg10.20
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-cair-masp-3/67328.pg10.20

μὴ εὑρεθείη τε, ἑτοίμως ἔχω ὁ προγεγραμμένος ἐγγυητὴς παρέξω ὑπὲρ τῆς αὐτοῦ ἀπολείψεως χρυσοῦ νομίσματα ἕξ . συνπεραιουμένου δὲ τοῦ χρόνου, ἐπὶ τῷ ἐμὲ ἀναλαβεῖν ταύτην μου τὴν ἐγγύην, ἤγουν, μένουσαν παρʼ ὑμῶν, ἄκυρον εἶναι καὶ ἀνίσχυρον πανταχοῦ προφερομένην, ἢ ἔνοχος εἴη τῷ θείῳ ὅρκῳ καὶ τῷ περὶ τούτου ἐπηρτημένῳ κινδύνῳ. καὶ ἐπερωτηθεὶς ὡμόλογησα Αὐρήλιος Ἐνὼχ Ἑρμάου ὁ προκείμενος ἐγγυῶμαι τὸν προκείμενον Ἰσάκα καὶ ὤμοσα τὸν θεῖον ὅρκον ὡς πρόκειται. Φοιβάμμων Ψαίου πρεσβύτερος μαρτυρῶ τῇ ἐγγύῃ ἀκούσας παρὰ τοῦ θεμένου. Ἰωσῆφις Ἀβρααμίου πρεσβύτερος μαρτυρῶ τῇ ἐγγύῃ ἀκούσας παρὰ τοῦ θεμένου. ὑπατείας Φλαυίου Ἰουστινιανοῦ τοῦ ἐνδοξοτάτου καὶ ὑπερφυεστάτου, Ἐπεὶφ κ ιε ἰνδικτίονος. τῷ εὐδοκιμωτάτῳ Ἀπολλῶτι, ῥιπαρίῳ κώμης Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου νομοῦ, παρὰ Φοιβάμμωνος Ψαίου, μητρὸς Θαησίας, πρεσβυτέρου τοῦ ἁγίου τόπου Ἄπα Πινουτίωνος περὶ τὴν αὐτὴν κώμην, χαίρειν. ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως, ἐπομνύμενος τόν τε παντοκράτορα Θεὸν καὶ τὴν νίκην καὶ διαμονὴν τοῦ δεσπότου ἡμῶν Φλαυίου Ἰουστίνου τοῦ αἰωνίου αὐγούστου αὐτοκράτορος, ἐγγυᾶσθαι καὶ ἀναδεδέχθαι, μονῆς καὶ ἐμφανείας, Αὐρήλιον Ψάιον Βίκτορος Πουσὶμ ποιμένα καὶ ἀγροφύλακα πεδιάδος Μηνωτ…, πρὸς ἐνιαύσιον χρόνον, λογιζόμενον ἀπὸ σήμερον τῆς προγεγραμμένης ἡμέρας, ἥτις ἐστὶ μηνὸς Ἐπεὶφ κ παρούσης πεντεκαιδεκάτης ἰνδικτίονος, ἐπὶ τῷ αὐτὸν παραμεῖναι προσεδρεύειν καὶ ὑπουργεῖν πᾶσι ταῖς δημοσίαις χρείαις, καὶ τὴν παραφυλακὴν τῶν εἰρηνικῶν πραγμάτων καὶ τὰς παραστάσεις τῶν ἐπιζητουμένων προσώπων ποιεῖσθαι ἀόκνως καὶ ἀκαταγνώστως, καὶ μηδαμῶς αὐτὸν ἀπολείπεσθαι. ὁπόταν δὲ ζητούμενος παρὰ τῆς σῆς εὐδοκιμήσεως, παρενεγκεῖν αὐτὸν καὶ παραδώσω ἐν δημοσίῳ τόπῳ, ἐκτὸς ἁγίων περιβόλων καὶ θείων χαρακτήρων καὶ ἁγίας κυριακῆς. εἰ δὲ ἀπολειφθείη καὶ ζητούμενος μὴ εὑρεθείη, ἑτοίμως ἔχω ὁ προγεγραμμένος ἐγγυητὴς παρέξω ὑπὲρ τῆς αὐτοῦ ἀπολείψεως χρυσοῦ νομίσματα ἕξ . συνπεραιουμένου δὲ τοῦ χρόνου, ἐπὶ τῷ ἐμὲ ἀναλαβεῖν ταύτην μου τὴν ἐγγύην, ἤγουν, μένουσαν παρʼ ὑμῶν ἄκυρον εἶναι καὶ ἀνίσχυρον πανταχοῦ προφερομένην, ἢ ἔνοχος εἴη τῷ θείῳ ὅρκῳ καὶ τῷ περὶ τούτου ἐπηρτημένῳ κινδύνῳ.

---

Documentary Papyri, P.Cair. Masp. 3. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.cair.masp;3.
