# P.Cair. Masp. 3 67340r

Documentary Papyri, P.Cair. Masp. 3, P.Cair. Masp. 3 67340. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-cair-masp-3/67340r
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-cair-masp-3/67340r

ὥστε αὐτὸν μὲν τὸν θαυμασιώτατον πραγματευτὴν προσενεγκεῖν αὐτῇ ἀντὶ τῶν παραχωρηθέντων παρʼ αὐτῆς τῷ αὐτῆς ἀνδρὶ νομίσματα εἴκοσι τέσσαρα εὔσταθμα, δὲ ἐξακολουθῆσαι τῷ σκοπῷ τοῦ προγεγραμμένου , καὶ ἐν μηδενὶ παρακοῦσαι αὐτοῦ, ἀλλὰ καὶ ἀκολουθῆσαι αὐτῷ ὅπου δʼ ἂν βουληθείη ἐν ταύτῃ τῇ ἐπαρχείᾳ καὶ ἐν Ἀλεξανδρείᾳ … ἀναλωμάτων χρυσοῦ νομίσματα εἴκοσι τέσσαρα εὔσταθμα, θάλψαι δὲ αὐτὴν ἐν ἅπασι καὶ συγκροτῆσαι καὶ μὴ ἐᾶσαι αὐτὴν δεηθῆναί τινος. εἰ δὲ ὡς εἰκὸς δόξῃ αὐτῷ ταύτην ἀποβάλλεσθαι δίχα οἵας δήποτε αἰτίας εὐλόγου παρέξειν αὐτῇ προστίμου λόγῳ χρυσοῦ λίτρας τρεῖς … … ἀνθομολογεῖ δὲ καὶ ἡ προγεγραμμένη Εὐπρέπεια συνοικεῖν τῷ προγεγραμμένῳ θαυμασιωτάτῳ ἀκαταγνώστως, καὶ ὑπακούειν αὐτοῦ ἐν ἅπασι, ἀκολουθῆσαι δὲ αὐτῷ ὅπου δʼ ἂν βουληθείη ἐν ταύτῃ τῇ ἐπαρχίᾳ καὶ μέχρι Ἀλεξανδρείας καὶ μόνης, καὶ μηδὲν παρὰ τὸ πρέπον διαπράξασθαι … ἔτι ὁμολογεῖ ὁ θαυμασιώτατος ἔχειν Βίκτορα τὸν τεχθέντα παρὰ τῆς προγεγραμμένης ἀπὸ τοῦ γενομένου αὐτῆς ἀνδρὸς, οὐ μὴν ἀλλὰ καὶ … ἀναλημφθεῖσαν παρʼ αὐτῆς … καὶ τοὺς ὡς εἰκὸς τεχθησομένους ἀπʼ αὐτοῦ θάλπειν καὶ ἀποτρέφειν … ὡς εἰκὸς τεχθησομένους χρυσίου λίτραν μίαν . καὶ ὅτι ταῦτα φυλάξαι οἱ ἀφʼ ἑκατέρου μέρους ἐπωμόσαντο τόν τε παντοκράτωρα Θεὸν καὶ τὴν εὐσέβειαν καὶ νίκην τοῦ καλλινίκου δεσπότου ἡμῶν Φλαυίου Ἰουστινιανοῦ τοῦ αἰωνίου αὐγούστου αὐτοκράτορος, καὶ μετὰ τὸν ὅρκον αὖθις ὁμολογῶν τῇ δυνάμει ταύτης τῆς γαμικῆς …

---

Documentary Papyri, P.Cair. Masp. 3. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.cair.masp;3.
