# P.Cair. Masp. 3 67340v.5-75

Documentary Papyri, P.Cair. Masp. 3, 67340v.5 to 67340v.75. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-cair-masp-3/67340v.5
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-cair-masp-3/67340v.5

ἐξ ἴσου ἔχειν ἀνὰ τὸ αὐτὸ τρίτον μέρος πάντα τὰ καταλειφθησόμενα ὑπʼ ἐμοῦ πάντα τὰ πράγματα ἰδιωτικά τε καὶ γονικὰ, ἔτι μὴν καὶ τὰ περιελθόντα εἰς ἐμὲ ἀφʼ οἵου δήποτε δικαίου καὶ νομίμου τίτλου ἐν διαφόροις τόποις καὶ ὅσα μοι ὑπάρχουσιν, μὴ εἰς μνήμην ἐμὴν ἀρτίως ἀχθέντα ἐπιταγῆναι ταύτῃ μου τῇ δωρεᾷ μηδενὸς ὑμῖν ἀντιποιουμένου ἢ ἀντιποιηθησομένου τῶν μετʼ ἐμὲ κληρονόμων ἢ συγκληρονόμων ἢ τῶν ἐκ γένους ἐμοὶ ἀνηκόντων ἢ ἀγχιστευόντων μήτε καὶ τὴν ἐμὴν θυγατέρα Θαυμαστὴν δυνηθῆναι μήτε τοὺς κληρονόμους αὐτῆς ἀντιβῆναι ὑμῖν ἢ κληρονόμοις ὑμῶν ἢ διαδόχοις ἢ διακατόχοις περί τινος πώποτε ἄλλου τὸ σύνολον … πεπληρῶσθαι πάσης τῆς ἀνηκούσης αὐτῇ μοίρας. εἰς τὰ ἐνπεριεχόμενα πάντα τῇ ἑξῆς δηλουμένῃ γνῶσει καθὰ ὑποτέτακται ἅτινα ἐκ πλήρους αὐτῇ παρέσχον. ἡνίκα γὰρ ταύτην εἰς αἰσίους μεταδέδωκα γάμους, οὓς καὶ εὐμαρῶς ἐξετέλεσα, καταδαπανήσασα πάμπολλα, παρεσχόμην αὖθις τῇ αὐτῇ μου θυγατρὶ Θαυμαστῇ ἐν χρυσῷ μὲν νομίσματα ιη παρὰ κεράτια λϛ, ἐν κοσμίοις δὲ ἐνώτιον δίπτυχον ἕν, ὁλκῆς νομίσματα τριῶν, καὶ ἀλυσίδια πιναρωτὰ τρία, ἓν μὲν αὐτῶν αὐτὸ καθʼ αὐτὸ ὁλοπίναρον, ἕτερα δὲ δύο διαχρυσᾶ, καὶ δακτυλίδια δύο, ἕν μὲν ἠλεκτροῦν, ἓν δὲ διαχρυσοῦν, καὶ ἱμάτια γυναικεῖα δέκα τέσσαρα διάφορα ἐξ ὧν … ἕνδεκα, καὶ ὀθόνια ἓξ καὶ φακιουλ … ἕτερα δὲ δύο ἐνθάδια καλά, καὶ σαβάνια … λίτρας ἑκατὸν καὶ … ἓν ἀργυροῦν … … καὶ τωκάλια δύο, καὶ … κιβώτια δύο, καὶ ἄλλο κάψιον ἕν, τ… ἓν καὶ σκεπτώριν ἓν ἐλεφάντινον καὶ ἄλλο ε… βεστάριον γυναικεῖον ἕν, καὶ ἐπὶ τῆς γεναμένης διοικήσεως τοῦ πατρὸς Θαυμαστῆς ἐμοῦ εὐμοίρου ἀνδρὸς Ἰωάννου, προνοήσαντος τῶν πραγμάτων Δωροθέου τοῦ τῆς μακαρίας μνήμης, ἀπογενομένου σχολαστικοῦ, τοῦ καὶ υἱοῦ τοῦ τῆς ἀρίστης μνήμης Αὐάνθου, ἀψευδῶς τῷ αὐτῷ θείῳ ὅρκῳ ὀμοῦμαι ὡς παρεσχόμην ἐξ ἰδίων μου ὑπαρχόντων μετὰ τὴν τούτου ἀπουσίαν ἤτοι τελευτὴν ἑκατὸν νομίσματα εὔσταθμα ζυγῷ δημοσίῳ, ἐκποιήσασα εἰς ταῦτα φανερὰ ἐμὰ οἰκήματά τε καὶ πράγματα γονικὰ εἰς τοὺς κλασμοὺς τῆς οἰκονομίας αὐτοῦ καὶ διοικήσεως βούλομαι τὴν ἴσην μοῖραν ὑμῖν παραφυλάξαι καὶ ἐξισῶσαι ὑμᾶς τῇ εἰρημένῃ Θαυμαστῇ εἰ καὶ ὅτι, ὡς συνορῶ, τὰ καταλειφθησόμενα ὑπʼ ἐμοῦ πράγματα …να ὑμῖν μόνοις τοῖς προονομασθεῖσι υἱοῖς μου … ἐβουλόμην καὶ ἂν ἐκ μέρους ὀλίγου διασῶσαι ὑμῖν τὴν ἴσην μοῖραν καθάπερ θέμιτόν ἐστι, ἀνθʼ ὧν προδέδωκα χαρισαμένη τῇ προειρημένῃ μου θυγατρὶ Θαυμαστῇ καὶ τούτου τοῦ τρόπου καὶ νῦν ἐπιτρέπω κατʼ ἐξαίρετον μερίδα

---

Documentary Papyri, P.Cair. Masp. 3. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.cair.masp;3.
