# P.Cair. Mich. 16

Documentary Papyri, P.Cair. Mich., P.Cair. Cat. 10441 descr.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-cair-mich/16
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-cair-mich/16

ἔτους ιζ Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς Σεβαστῶν καὶ Πουβλίου Σεπτιμίου 5 Γέτα Καίσαρος Σεβαστοῦ Ἁθὺρ λ. διέγραψεν Ἀβοῦτι καὶ μετόχοις πράκτορσι ἀργυρικῶν κώμης Σοκνοπαίου Νήσου Ἀνκῶφεις Παβοῦτος ὑπὲρ ἀπορικοῦ τοῦ αὐτοῦ ιζ ἔτους δραχμὰς δώδεκα γίνονται δραχμαὶ ιβ, Τῦβι λ ὁ αὐτὸς δραχμὰς δώδεκα γίνονται δραχμαὶ ιβ, Μεχεὶρ λ ὁμοίως ὁ αὐτὸς Ἀνκῶφεις ὑπὲρ τοῦ αὐτοῦ ἔτους δραχμὰς δώδεκα γίνονται δραχμαὶ ιβ, Φαμενὼθ λ ὁμοίως ὁ αὐτὸς δραχμὰς ὀκτὼ γίνονται δραχμαὶ η, Φαρμοῦθι λ ὁμοίως ὁ αὐτὸς δραχμὰς δώδεκα γίνονται δραχμαὶ ιβ, Παχὼν λ ὁμοίως ὁ αὐτὸς Ἀνκῶφεις δραχμὰς δώδεκα γίνονται δραχμαὶ ιβ, Παῦνι λ ὁμοίως ὁ αὐτὸς Ἀνκῶφεις ὑπὲρ τοῦ αὐτοῦ ιζ ἔτους δραχμὰς δώδεκα γίνονται δραχμαὶ ιβ, Ἐπεὶφ λ … …λ… δραχμὰς δώδεκα γίνονται δραχμαὶ ιβ. ιη ἔτους Θῶθ λ ὁ αὐτὸς Ἀνκῶφεις ὑπὲρ τοῦ ιζ ἔτους δραχμὰς δώδεκα γίνονται δραχμαὶ ιβ Ἀθὺρ λ ὁ αὐτὸς ὑπὲρ ἀπορικοῦ τοῦ ιη ἔτους δραχμὰς δώδεκα γίνονται δραχμαὶ ιβ, Ἁδριανοῦ λ ὁ αὐτὸς ὑπὲρ τοῦ ιη ἔτους δραχμὰς δώδεκα γίνονται δραχμαὶ ιβ, Τῦβι λ … ὁ αὐτὸς Ἀνκῶφεις δραχμὰς δώδεκα γίνονται δραχμαὶ ιβ, Μεχεὶρ λ ὁ αὐτὸς Ἀνκῶφεις ὑπὲρ τοῦ αὐτοῦ ἔτους δραχμὰς δώδεκα γίνονται δραχμαὶ ιβ, Φαμενὼθ λ … … δραχμὰς δώδεκα γίνονται δραχμαὶ ιβ, Ἐπεὶφ λ ὁμοίως ὁ αὐτὸς ὑπὲρ ιη ἔτους δραχμὰς ὀκτώ γίνονται δραχμαὶ η, Μεσορὴ λ ὁμοίως ὁ αὐτὸς δραχμὰς δώδεκα γίνονται δραχμαὶ ιβ. ιθ ἔτους Θὼθ λ ὁμοίως ὁ αὐτὸς ὑπὲρ ιη ἔτους δραχμὰς δώδεκα γίνονται δραχμαὶ ιβ, Φαῶφι λ ὁ αὐτὸς ὑπὲρ ιη ἔτους δραχμὰς ὀκτώ γίνονται δραχμαὶ η, Ἀθὺρ λ ὁ αὐτὸς Ἀνκῶφις ὑπὲρ ιη ἔτους δραχμὰς ὀκτώ γίνονται δραχμαὶ η.

---

Documentary Papyri, P.Cair. Mich.. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.cair.reggiani.
