# P.Cair. Zen. 2 59172

Documentary Papyri, P.Cair. Zen. 2, P.Cair. Zen. 2 59172. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-cair-zen-2/59172
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-cair-zen-2/59172

ὑπόμνημα Ζήνωνι παρὰ Κομοάπιος. τῆς διαπράσεως ἀπὸ τῆς ὁδοῦ τῆς μέσης τὰ ἄνω πρὸς νότον, ὃ ἐργολάβησεν πρότερον Πετεχῶν, τὰ ἐννέα σχοινία· πρῶτον σχοινίον Πᾶις Πανήιος Τρωίτης, οὗ ἔγγυος Πᾶσις Παραῦτος ὁ ἐπὶ τῆς λιθηγοῦ, δραχμῶν ζ· δεύτερον Ἁρεντώτης Ἁριοίριος, οὗ ἔγγυος Ἑριεύς, δραχμῶν ϛ· γ Ἁρεντώτης Πάσιτος Τρωίτης, ἔγγυος Ἀθεμεύς, δραχμῶν ε τριωβόλου· δ Πακοῖμις Σινομούνιος αὐτέγγυος δραχμῶν γ· ε Πετεαρμῶτις Ψινταῆτος, ἔγγυος Ἀμῶς λααξός, δραχμῶν ζ· ϛ Πᾶις Πανήιος Τρωίτης, ἔγγυος Πᾶσις, δραχμῶν γ· ζ Στοτοῆτις Ὀσεύριος αὐτέγγυος δραχμῶν β πεντωβόλου· η Παῖς Πανήιος Τρωίτης, ἔγγυος Πᾶσις, δραχμῶν β τριωβόλου· θ Πετοβάστις Θοτοεύτμιος Ἀφροδιτιπολίτης, ἔγγυος Μειεῦς ἰσιονόμος, δραχμῶν β πεντωβόλου γίνονται δραχμαὶ λθ τετρώβολον ἄλλα πρὸς νότον ἐπάνω τοῦ ἐγρήγματος ἅ εἰσιν σχοινία ιδ ἕως τῆς πέτρας· α Πᾶις Πανήιος αὐτέγγυος δραχμῶν ζ τετρωβόλου· β Πετοσῖρις Ἐτπεμούνιος, ἔγγυος Πᾶις φυλακίτης, δραχμῶν ε τριωβόλου· γ Πᾶσις Πολήμιος, Πᾶσις Παραῦτος, δραχμαὶ ε ὀβολὸς· δ Πᾶις Πανήιος αὐτεγγύος δραχμῶν ε· ε Πετεαρμῶτις Ψινταῆτος, ἔγγυος Ἀμῶς λααξός, δραχμῶν ε· ϛ Πᾶσις Πάιτος, ἔγγυος Πᾶτις φυλακίτης, δραχμῶν ε· ζ Ὧρος Παμίνιος οἰκοδόμος, ἔγγυος Στύραξ, δραχμῶν δ· η Ἀγάθων Ἀμμωνίου, ἔγγυος Ἀπολλόδωρος ἐρημοφύλαξ, δραχμῶν δ· θ Ὧρος Παμήνιος, ἔγγυος Στύραξ, δραχμῶν δ· ι Πακοῖμις Σινομούνιος αὐτέγγυος δραχμῶν ε διωβόλου· ια ὁ αὐτὸς δραχμῶν δ· ιβ Ἀγάθων Ἀμμωνίου, ἔγγυος Ἀπολλόδωρος, δραχμῶν γ τριωβόλου· ιγ καὶ ιδ Πετεαρμῶτις Ψινταῆτος, ἔγγυος Ἀμῶς λααξός, δραχμῶν ιβ γίνονται δραχμαὶ ο ὀβολὸς εἰς δὲ τὸ αὐτὸ σχοινία κγ γίνονται δραχμαὶ ρθ πεντώβολον ταῦτα δὲ ἐξεδώκαμεν ἀπὸ τῆς μεγάλης διώρυγος ἕως τῆς μικρᾶς διώρυγος, ἕως ἂν καὶ αὐτὸς ἐπισκέψηι. ἔτους λ παρὰ Κομοάπιος καὶ Πετεχῶντος.

---

Documentary Papyri, P.Cair. Zen. 2. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.cair.zen;2.
