# P.Cair. Zen. 2 59176.r.159-228

Documentary Papyri, P.Cair. Zen. 2, 59176.r.159 to 59176.r.228. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-cair-zen-2/59176.r.159
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-cair-zen-2/59176.r.159

γίνεται δραχμὴ α ἡμιωβέλιον τέταρτον ιζ ἐργάταις τοῖς ὑπηρετοῦσιν τοῖς λαξοῖς πρὸς τῆι γεφύραι οὖσιν ἓξ ἑκάστωι ὀβολὸς γίνεται δραχμὴ α καὶ παιδαρίοις δύο ὀβολὸς καὶ τῶι ἀχυρηγοῦντι μετὰ Ζωπυρίωνος τοῖς πλινθουλκοῖς ἡμιωβέλιον τέταρτον Διονυσίωι Μεμφίτηι τιμὴν ὀστῶν περσείνων ὥστε εἰς τὰ μοσχεύματα ἀρτάβης 𐅵 δραχμὴ α Δημητρίωι καὶ Σωστράτωι καὶ Ἀνδρονίκωι τοῖς ὑπηρετοῦσιν τοῖς λαξοῖς τοῖς ἐργαζομένοις τὴν γέφυραν εἰς τὸ γινόμενον αὐτοῖς ὀψώνιον εἰς τὸν Παχὼνς τῆς δευτέρας δεκαπενθημέρου ἑκάστωι τριώβολον γίνεται δραχμὴ α τριώβολον Παμμένει τῶι παρὰ Κρότου ὀνηλάτηι σιτηγοῦντι ὀβολὸς γίνονται δραχμαὶ γ ὀβολοὶ 5 1/2 1/4 ιη ἐργάταις δ τοῖς ὑπηρετοῦσιν τοῖς λαξοῖς τοῖς ἐργαζομένοις τὴν γέφυραν ἑκάστωι ὀβολὸς γίνονται τετρώβολον Παάπι πλινθουλκῶι εἰς πλίνθον Ε ἀργυρίου δραχμαὶ η γίνονται χαλκοῦ δραχμαὶ η τριώβολον Πατροκλεῖ ὥστε ἀγοράσαι στῆτος μνᾶν α εἰς τὴν καθολκὴν τῶν ἐν Ταπτιὰ πλοίων ὀβολοὶ 3 καὶ λιβανωτὸς ὀβολὸς γίνονται δραχμαὶ θ πεντώβολον εἰς τὸ αὐτὸ ἀπὸ δεκαπενθηρμέρου δραχμαὶ ιϛ ὀβολοὶ 4 1/4 λοιπὸν χαλκοῦ δραχμαὶ ιϛ ὀβολοὶ 5 1/4 ιθ ἐκ λόγου χαλκοῦ δραχμαὶ ιϛ ὀβολοὶ 5 1/4 παρὰ τῶν μεταβόλων ἀπὸ σικύου δραχμαὶ β τούτων Ἐφέσωι ὡς εἰς Κροκοδίλων πόλιν εἰς ἀνήλωμα δραχμαὶ θ ὀβολοὶ δ 𐅵 Μουσαίωι μαγείρωι εἰς ξύλα ἡμερῶν δεκαπέντε τῆς ἡμέρας τέταρτον γίνονται ὀβολοὶ 3 1/2 1/4 Κρότωι εἰς ὄψον ὀβολὸς ἐργάταις ε τοῖς ὑπηρετοῦσιν τοῖς λαξοῖς τοῖς ἐργαζομένοις τὴν γέφυραν ἑκάστωι ὀβολὸς γίνονται πεντώβολον γίνονται δραχμαὶ ια ὀβολοὶ 2 1/4 λοιπαὶ δραχμαὶ ζ κ ἐκ λόγου δραχμαὶ ζ παρὰ τῶν μεταβόλων ἀπὸ σικύου δραχμαὶ β παρὰ Στύρακος εἰς τὸν φόρον τοῦ ζυτοπωλίου δραχμαὶ κη ἡμιωβέλιον γίνονται δραχμαὶ λζ ἡμιωβέλιον οἶνος ἐπʼ ἀρίστωι καὶ ἐπὶ δείπνωι τετρώβολον Παμμένει τῶι παρὰ Κρότου σιτηγοῦντι τὸν ἀπὸ τῶν ἁλώνων σῖτον ὀβολὸς Ζωπυρίωνι εἰς ἐργάτην τὸν συναχυρηγοῦντα μεθʼ αὑτοῦ τοῖς πλινθουλκοῖς ἡμιωβέλιον τέταρτον Ὥρωι λατόμωι εἰς ἐργάτας δ τοὺς ἐκφέροντας τὴν γῆν ἐκ τῆς λατομίας διὰ Στύρακος ζυτοποιοῦ τετρώβολον Σισίνηι καὶ Κυμαίωι λατόμοις ὀψώνιον εἰς τὸν Φαρμοῦθι ἑκάστωι δραχμαὶ β τριώβολον γίνονται δραχμαὶ ε ὧν ὑπόλογος κουρεῖ ὀβολὸς λοιπαὶ δραχμαὶ δ πεντώβολον Πτολεμαίωι ὑπουργῶι Ἡρακλείδου τοῦ ἐν τῶι εἰκοσιαρούρωι παραδείσωι ὀψώνιον εἰς τὸν Φαρμοῦθι καὶ Παχὼνς δραχμαὶ ε ὧν ὑπόλογος κουρεῖ ὀβολὸς λοιπαὶ δραχμαὶ δ πεντώβολον Ἀνδ…ου ὑπουργοῖς εἰς τὸ ὀψώνιον τοῦ Φαρμοῦθι Ἰναρῶτι δραχμὴ α διώβολον Ἁρμάι δραχμὴ α διώβολον …ρι δραχμὴ α … ὀβολοὶ β 𐅵

---

Documentary Papyri, P.Cair. Zen. 2. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.cair.zen;2.
