# P.Cair. Zen. 2 59176.r.229-303

Documentary Papyri, P.Cair. Zen. 2, 59176.r.229 to 59176.r.303. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-cair-zen-2/59176.r.229
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-cair-zen-2/59176.r.229

… Ἀνδρονίκωι δραχμὴ α ὀβολοὶ β 𐅵 Δημητρίωι τῶι πρὸς τῆι ἐπαντλητῆι δραχμαὶ γ καὶ ὑπουργῶι Ἀπολλωνίωι δραχμὴ α τέταρτον Κομοάπιος ὑπουργῶι Μοσχίωνι δραχμαὶ β Διονυσοδώρου ὑπουργῶι Ἀθηνοδώρωι δραχμὴ α ὀβολοὶ δ 𐅵 Ἑρμογένους ὑπουργοῖς Δημητρίωι δραχμὴ α ὀβολοὶ 2 1/2 1/4 Ἀθηνίωνι ὀβολοὶ β 𐅵 Ἀπολλωνίωι ὀβολοὶ 3 1/2 1/4 Πτολεμαίωι ὀβολὸς 1 1/4 … ὀβολὸς 1 1/4 …ωι ὀβολὸς 1 1/2 1/4 …χωι ὃ ἐλάβομεν παρʼ αὐτοῦ … δραχμαὶ β ὀβολὸς γίνονται δραχμαὶ κθ ὀβολοὶ 4 1/2 1/4 λοιπαὶ ζ τέταρτον κα ἐκ λόγου δραχμαὶ ζ τέταρτον παρὰ τῶν μεταβόλων ἀπὸ σικύου δραχμαὶ β παρὰ Νικάνορος ἀπὸ βαλανείου δραχμὴ α τριώβολον παρʼ Ἀρχενίκου ἀπὸ στιβικῆς εἰς τὸν Παχὼνς δραχμαὶ ϛ γίνονται δραχμαὶ ιϛ ὀβολοὶ 3 1/4 τούτων … γναφεῖ τῆς Ἱεροκλέους χλαμύδος καὶ χιτῶνος καὶ ἱματίου πλύντρα ὀβολὸς 1 1/4 … διπλοίδων β ἡμιωβέλιον τέταρτον … καὶ ἱματίου ἡμιωβέλιον Ῥοδίας καὶ Φιλιάδος χιτώνων καὶ σινδόνος ὀβολὸς 1 1/4 Τάξιος χιτῶνος τέταρτον Κρότου χιτῶνος καὶ Κυάνου ἡμιωβέλιον Παμμένει τῶι παρὰ Κρότου ὀνηλάτηι ὀβολὸς ἐργάταις τοῖς ὑπηρετοῦσιν τοῖς λαξοῖς τοῖς ἐργαζομένοις πρὸς τῆι γεφύραι οὖσιν ε ἑκάστωι ὀβολὸς γίνονται πεντώβολον Ἀμμωνίωι σιτοποιῶι εἰς ξύλα τριώβολον Ζωπυρίωνι εἰς ἐργάτην τὸν συναχυρηγοῦντα τοῖς πλινθουλκοῖς ἡμιωβέλιον τέταρτον γίνονται δραχμαὶ β ὀβολοὶ 2 1/4 λοιπαὶ ιδ ὀβολὸς κβ ἐκ λόγου δραχμαὶ ιδ ὀβολὸς παρὰ Πάσιτος εἰς τὴν τιμὴν τῆς ὀλύρας ἧς ἐμετρήσατο ἐν Κερκῆι ἀργυρίου δραχμαὶ η παρὰ τῶν μεταβόλων ἀπὸ σικύου δραχμαὶ β γίνονται ἀργυρίου δραχμαὶ η χαλκοῦ δραχμαὶ ιϛ ὀβολὸς τούτων Ὥρωι λατόμωι εἰς σφυρίδας δύο ὥστε τὸν χοῦν ἐκφέρειν ἐκ τοῦ λάκου ἀνὰ ἡμιωβέλιον τέταρτον γίνεται ὀβολὸς α 𐅵 καὶ εἰς ἐργάτην α ὀβολὸς ἄλλοις ἐργάταις τοῖς ὑπηρετοῦσιν τοῖς λαξοῖς τοῖς ἐργαζομένοις τὴν γέφυραν οὖσιν δ ἑκάστωι ὀβολὸς γίνονται τετρώβολον ἁμαξηλάταις τοῖς ἐκ Μοιθύμεως οὖσι δ εἰς τὸ ὀψώνιον τοῦ Ἀρτεμισίου Αἰγυπτίων δὲ Παχὼνς ἑκάστωι δραχμὴ α γίνονται δραχμαὶ δ ἐργάτηι τῶι ἀχυρηγοῦντι τοῖς πλινθουλκοῖς ἡμιωβέλιον τέταρτον γίνονται δραχμαὶ ε ὀβολὸς 1 1/4 λοιπαὶ ἀργυρίου δραχμαὶ η χαλκοῦ δραχμαὶ ι ὀβολοὶ 5 1/2 1/4 κγ ἐγ λόγου ἀργυρίου δραχμαὶ η χαλκοῦ δραχμαὶ ι ὀβολοὶ 5 1/2 1/4 παρὰ τῶν μεταβόλων σικύου δραχμαὶ β γίνονται ἀργυρίου δραχμαὶ η χαλκοῦ δραχμαὶ ιβ ὀβολοὶ 5 1/2 1/4 τούτων ἐργάτηι τῶι ἀχυρηγοῦντι τοῖς πλινθουλκοῖς ἡμιωβέλιον τέταρτον Ὥρωι λατόμωι εἰς ἐργάτην α τὸν ὑπουργοῦντα αὐτῶι ὀβολὸς ἄλλοις δ τοῖς ὑπηρετοῦσιν τοῖς λαξοῖς ἐργαζομένοις τὴν γέφυραν ἑκάστωι ὀβολὸς γίνονται τετρώβολον Ἐφέσωι εἰς οἴνου κοτύλην α ὀβολὸς γίνονται δραχμὴ α ὀβολὸς 1 1/2 1/4 λοιπαὶ ἀργυρίου δραχμαὶ η

---

Documentary Papyri, P.Cair. Zen. 2. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.cair.zen;2.
