# P.Cair. Zen. 3 59327.r1ctr.1-59327.r2ctr.76

Documentary Papyri, P.Cair. Zen. 3, 59327.r1ctr.1 to 59327.r2ctr.76. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-cair-zen-3/59327.r1ctr.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-cair-zen-3/59327.r1ctr.1

γραφὴ ποτηρίων τῶν κειμένων ἐνέχυρα ἐν Φιλαδελφείαι ἔτους λε Τῦβι ιϛ διὰ Θεοπόμπου ἐπὶ φιάληι ἀργυρίου δραχμαὶ ϙ καὶ τόκος ἀπὸ μηνὸς Τῦβι τοῦ λε ἔτους ἕως Τῦβι τοῦ λϛ ἔτους μηνῶν ιγ ὡς τῆι μνᾷ δραχμαὶ δ γίνονται δραχμαὶ γ τετρώβολον τῆς δὲ τρεισκαιδεκαμήνου χαλκοῦ δραχμαὶ μζ τετρώβολον Μενεκράτης ἀργυρίου δραχμαὶ ρνβ ὀβολὸς καὶ ἀλλαγὴν τῶν ρκ τοῦ χαλκοῦ δραχμαὶ ιε Εὐκλῆς ἀργυρίου δραχμαὶ ϙβ Σῶσος βαρέως ἀργυρίου δραχμαὶ μ γίνονται ἀργυρίου δραχμαὶ α… ὀβολὸς χαλκοῦ δραχμαὶ ιε εἰς τοῦτο ἀποδεδώκασι Μενεκράτης χαλκοῦ ρ Εὐκλῆς χαλκοῦ ν Σῶσος μ ἔτους λϛ Παχὼνς ιϛ ἐπὶ σκύφει ἀργυρίου δραχμαὶ ρ … ἐπὶ τῶι αὐτῶι δραχμαὶ λδ τριώβολον Θεόδωρος δὲ ἔφη δραχμὰς μ κϛ Θεόδωρος ἐπὶ τῶι αὐτῶι ἀργυρίου δραχμαὶ ρ γίνονται ἀργυρίου δραχμαὶ σλδ τριώβολον ὡς δὲ Θεόδωρος σμ καὶ τόκος ἀπὸ Παχὼνς ιε ἕως Τῦβι μηνῶν θ ἡμερῶν ιϛ ὡς τῆι μνᾷ δραχμαὶ β ἡμιωβέλιον γίνονται … γίνονται με ὀβολοὶ γ 𐅵 καὶ τοῦ λζ ἀπὸ Μεχὶρ ἕως Φαῶφι μηνῶν θ ἀνὰ β ἡμιωβέλιον δραχμαὶ με ὀβολοὶ γ 𐅵 ὁ πᾶς τόκος χαλκοῦ δραχμαὶ ϙα ὀβολὸς ἐλογίσατο δὲ ἐκ δραχμῶν ϙ εἰς τοῦτο ἔχει τὰς ἐνεγχθείσας παρὰ Μενεκράτους εἰς τὴν τιμὴν τῶν στρωμάτων ὧν ὤφειλε ἀργυρίου δραχμῶν ρνβ ὀβολοῦ χαλκοῦ δραχμὰς ρ παρὰ Πύρρου η τριώβολον οἴνου κεραμίου α τοῦ παρὰ Περίτου χαλκοῦ δραχμὰς ε ἃς ἠριθμήσατο παρὰ Διονυσοδώρου τραπεζίτου ἔτους λζ Ὑπερβερεταίου ιη ἐπὶ τῶι σκύφει οὗ ὁλκὴ σξβ γίνονται ριγ ὧν τόκος ϙ λοιπὸν ὑπερπίπτει κγ ὃ γίνονται ἀργυρίου δραχμαὶ κα λοιπαὶ ἀργυρίου σιθ ἐπὶ φιάληι τῆι τεθείσηι παρὰ Κρότωι ἔτους λϛ Παχὼνς ιε ἐπὶ βατιακίωι ἀργυρίου δραχμαὶ … καὶ τόκος ἀπὸ μηνὸς Παχὼνς ιε ἕως Μεσορὴ μηνῶν δ ἡμερῶν ιϛ ὡς τῆι μνᾶι δραχμαὶ δ γίνονται γ ὀβολοὶ 3 τῆς δὲ ὀκταμήνου καὶ ἑκκαιδεκαμέρου χαλκοῦ κθ ὀβολοὶ ε 𐅵 Παῦνι α παρὰ τῶι αὐτῶι ἐπὶ σκύφει ἀργυρίου ρπ ὡς δὲ Κρότος δραχμαὶ ρϙ καὶ τόκος ἀπὸ μηνὸς Παῦνι ἕως Μεσορὴ Τῦβι μηνῶν ι γ ὡς τῆι μνᾶι δραχμαὶ γ χαλκοῖ ϛ γίνονται δραχμαὶ ιζ τριώβολον τῆς δὲ ὀκταμήνου χαλκοῦ δραχμαὶ ξ καὶ ἀπὸ Θῶυθ ἕως Φαῶφι τοῦ λζ ἔτους μηνῶν ιδ δι… τῆς μνᾶς δραχμαὶ … γίνονται δραχμαὶ ρ πεντώβολον χαλκοῖ … …ηφ…δου ϙδ τριώβολον

---

Documentary Papyri, P.Cair. Zen. 3. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.cair.zen;3.
