# P.Cair. Zen. 3 59341

Documentary Papyri, P.Cair. Zen. 3, P.Cair. Zen. 3 59341. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-cair-zen-3/59341
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-cair-zen-3/59341

Ἀπολλωνίωι διοικητῆι χαίρειν Θεόπροπος θεωρὸς ἀπὸ Καλύνδων. τοῦ η καὶ λ ἔτους ὁ γεωργός μου Θήρων ἐπρίατο παρὰ τῆς πόλεως παρασχεῖν οἶνον τῆι γινομένηι πανηγύρει ἐν Κυπράνδοις κατʼ ἐνιαυτόν, ὑπὲρ οὗ ἐγὼ παρέσχον τὸν οἶνον μετρητὰς πδ τὸν μετρητὴν ἀνὰ δραχμὰς ι ὃ γίνονται δραχμαὶ ωμ, . καὶ εἰς τοῦτο ἀποδεδωκότων μοι τῶν ταμιῶν Διοφάντου καὶ Ἀκρισίου δραχμὰς χ, τὸ δὲ λοιπὸν δραχμὰς σν διὰ τὸ μὴ πεσεῖν πάσας τὰς συμβολάς, οὐκ ἀποδιδόντων κατέστησα τοὺς ταμίας ἐπί τε τὸν στρατηγὸν Μότην καὶ τὸν οἰκονόμον Διόδοτον ἀπαιτῶν τὰς σν δραχμὰς . οἱ δὲ ταμίαι Διόφαντος καὶ Ἀκρίσιος ἠξίουν ψήφισμα αὐτοῖς γραφῆναι, φάμενοι οὐκ εἶναι κύριοι ἄνευ ψηφίσματος ἀποδιδόντες οἱ δὲ πρυτάνεις καὶ ὁ γραμματεὺς παρείλκυσαν καὶ οὐκ ἔγραψαν τὸ ψήφισμα ἕως ὅτου προχειρισθεὶς ὑπὸ τῆς πόλεως θεωρὸς μετὰ Διοφάντου ἑνὸς τῶν ταμιῶν παρεγενήθην ἐνταῦθα πρὸς τὸν βασιλέα. εἰ οὖν σοι δοκεῖ, καλῶς ποιήσεις γράψας πρός τε τὴν πόλιν ἡμῶν καὶ τὸν στρατηγὸν καὶ τὸν οἰκονόμον ἀποδοθῆναί μοι τὰς σν δραχμὰς ἵνα μὴ ἀδικηθῶ, ἀλλὰ καὶ ἐγὼ ὦ τῆς παρὰ σοῦ φιλανθρωπίας τετευχώς. εὐτύχει. Νέων Δαμονίκωι χαίρειν. εἰ ἔρρωσαι καὶ τὰ λοιπά σοι κατὰ γνώμην ἐστίν, εὖ ἂν ἔχοι· καὶ αὐτὸς ὑγίαινον καὶ οἱ λοιποὶ πάντες. καλῶς ἂν ποιήσαις μνησθεὶς Ζήνωνι περὶ τοῦ σταθμοῦ καὶ τοῦ χόρτου καὶ τῆς γράστεως τῶν ἑξηκονθημερησίων ὅπως γραφῆι εἰς τὸ ἐμὸν ὄνομα· νυνὶ μὲν γὰρ ἔχομεν καὶ ἐπιστάθμους καὶ τὸν χόρτον καὶ τὴν γράστιν τελοῦμεν τῶι ἱππεῖ, οὐ προσεχόντων αὐτῶν τῆι πρώτηι ἐπιστολῆι· ἀλλὰ καὶ ὡς γράφει γραψάτω τῆι βουλῆι καὶ τῶι δήμωι. ἐγχειρῶ δὲ καὶ αὐτὸς παραγενέσθαι πάντως. σὺ οὖν ἕως ἂν παραγένωμαι μνήσθητι αὐτῶι, παραλαβὼν καὶ Ἀρίστωνα καὶ Ἐφάρμοστον καὶ Ἀπολλώνιον. γέγραφα δὲ καὶ Ἀπολλωνίωι καὶ Ἐφαρμόστωι ὅπως καὶ ὑπὲρ σοῦ μνησθῶσιν τῶι Ζήνωνι. ἔρρωσο. παρὰ Ζήνωνος. ὑπὲρ Θηράρχου τοῦ ἔχοντος τὴν ἀδελφὴν τοῦ πατρός, ἣ κατοικεῖ ἐν Καλύνδοις ἔγραψας ἀνεπίσταθμον εἶναι καὶ τοῦ διδομένου χόρτου καὶ τῆς γράστεως παραλῦσαι· τελευτήσαντος δὲ τοῦ Θηράρχου ἐπισταθμεύονται καὶ τὸν χόρτον καὶ τὴν γράστιν πράττονται. καλῶς οὖν ποιήσεις γράψας Διοδότωι τῶι οἰκονόμωι τε καὶ τῆι βουλῆι καὶ τῶι δήμωι ὅπως Νέωνι τῶι υἱῶι τὰ αὐτὰ γίνηται. …κλεῖ γράψαι τὴν Σατύρου τοῦ παρʼ ἐμοῦ ἵππον ἣν ἔλαβεν ἐπίφορον οὖσαν ἀποδοῦναι καὶ τὸ ἡμιόνιον τὸ γενόμενον ἐξ αὐτῆς.

---

Documentary Papyri, P.Cair. Zen. 3. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.cair.zen;3.
