# P.Cair. Zen. 3 59355.1.1-59355.2.50

Documentary Papyri, P.Cair. Zen. 3, 59355.1.1 to 59355.2.50. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-cair-zen-3/59355.1.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-cair-zen-3/59355.1.1

ἔστιν τὸ κατὰ τὴν συγγραφὴν δάνειον ἔτους κζ Γορπιείου ἀργυρίου δραχμαὶ ϡ ὧν ὁ τόκος ἐστὶν κατὰ τὴν συγγραφὴν τῆς μνᾶς τὸν μῆνα ἕκαστον δραχμαὶ β ἀπὸ δὲ Γορπιείου τοῦ κζ ἔτους ἕως Ἀρτεμισίου τοῦ κη ἔτους σὺν Περιτίωι ἐμβολίμωι μηνῶν ι τοῦ μηνὸς δραχμαὶ ιη γίνονται δραχμαὶ ρπ ἔχομεν δὲ εἰς τὸν τόκον τὸ ἀνενεχθὲν αὐτῶι ὀψώνιον ἐν τῶι Ἀπολλωνίου λόγωι ἔτους κη Ἀρτεμισίου εἰς Ξανδικὸν καὶ Ἀρτεμίσιον ἀργυρίου ρ αἳ χαλκοῦ ρη διώβολον ὀφείλει τὸ δάνειον ἀργυρίου δραχμὰς ϡ καὶ πρὸς τὸν τόκον τὸν ἕως Ἀρτεμισίου τοῦ κη ἔτους χαλκοῦ δραχμὰς οα τετρώβολον καὶ τὸν γινόμενον ἀπὸ Δαισίου ἕως Δύστρου μηνῶν ι χαλκοῦ δραχμὰς ρπ γίνονται σνα τετρώβολον ἀπὸ δὲ τοῦ ἀνενεχθέντος αὐτῶι ὀψωνίου ἐν τῶι Ἀπολλωνίου λόγωι ἔτους κθ Ξανδικοῦ εἰς τὸ κη ἔτος ἀπὸ Δαισίου ἕως Ὑπερβερεταίου μηνῶν ε ἀργυρίου σλζ τριώβολον ὑπολογοῦμεν τὸ δοθὲν αὐτῶι διὰ Πεισικλέους ἔτους βη Ἀπελλαίου κη εἰς τὸ ὀψώνιον πρόχρησιν ἀργυρίου δραχμὰς ρ καὶ ἀντὶ χαλκοῦ δραχμῶν μ ἀργυρίου δραχμὰς λϛ πεντώβολον καὶ εἰς τὸν τόκον ἀντὶ χαλκοῦ ρη ὀβολῶν ε 𐅵 δ ἀργυρίου ρ ὀβολοὺς γ 𐅵 τὸ λοιπὸν τοῦ ὀψωνίου ἔτι ὀφείλει τὸ δάνειον ἀργυρίου δραχμὰς ϡ καὶ πρὸς τὸν τόκον χαλκοῦδραχμὰςρμβ ὀβολοὺς δ δ καὶ τὸν γινόμενον τοῦ κθ ἔτους ἀπὸ Ξανδικοῦ ἕως Πανήμου μηνῶν δ χαλκοῦ δραχμὰς οβ γίνονται σιδ ὀβολοὶ δ δ ἀπὸ δὲ τοῦ ἀνενεχθέντος αὐτῶι ὀψωνίου ἐν τῶι Ἀπολλωνίου λόγωι ἔτους κθ Πανήμου εἰς τὸ κη ἔτος ἀπὸ Δίου ἕως Δύστρου μηνῶν ε ἀργυρίου σλζ τριώβολον ὑπολογοῦμεν εἰς τὸν τόκον ἀντὶ χαλκοῦ σιδ ὀβολῶν δ δ ἀργυρίου ρϙη ὀβολὸν καὶ εἰς τὸ κατὰ τὴν συγγραφὴν δάνειον ἀργυρίου λθ διώβολον ὀφείλει πρὸς τὸ δάνειον ἀργυρίου ωξ τετρώβολον καὶ τὸν τόκον τὸν γινόμενον τοῦ κθ ἔτους ἀπὸ Λωίου ἕως Δίου μηνῶν δ χαλκοῦ δραχμὰς ξη πεντώβολον ἀπὸ δὲ τοῦ ἀνενεχθέντος αὐτῶι ὀψωνίου ἐν τῶι Ἀπολλωνίου λόγωι ἀπὸ Ξανδικοῦ ἕως Γορπιείου μηνῶν ϛ ἀργυρίου σπε ὑπολογοῦμεν εἰς τὸν τόκον ἀντὶ χαλκοῦ ξη πεντωβόλου ἀργυρίου δραχμὰς ξγ τριώβολον καὶ εἰς τὸ κατὰ τὴν συγγραφὴν δάνειον ἀργυρίου σκα τριώβολον εἰς τὸ δάνειον προσδεχόμεθα τιμὴν παιδίσκης προσδεχόμεθα α…ολ…μ τῆς μετελθούσης πρὸς ἡμᾶς ἐν τῶι γ… ἔτει τὸ ἐπιβάλλον … τρίτον μέρος δραχμὰς ξϛ τριώβολον

---

Documentary Papyri, P.Cair. Zen. 3. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.cair.zen;3.
