# P.Cair. Zen. 3 59355.1ctr.143-59355.2ctr.168

Documentary Papyri, P.Cair. Zen. 3, 59355.1ctr.143 to 59355.2ctr.168. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-cair-zen-3/59355.1ctr.143
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-cair-zen-3/59355.1ctr.143

ὀφείλει τὸ κατὰ συγγραφὴν ἀργυρίου υι καὶ εἰς τὸ διὰ χειρὸς ἀργυρίου οθ διώβολον χαλκοῦ μβ διώβολον καὶ ἃς προσέλαβεν ἐν τῶι κθ ἔτει παρὰ Πεισικλέους ἀργυρίου ιϛ χαλκοῦ κ γίνονται ἀργυρίου θε διώβολον χαλκοῦ ξβ διώβολον καὶ τόκος ἀπὸ Λωίου τοῦ κθ ἔτους ἕως Διοῦ μηνῶν δ δραχμαὶ λβ τετρώβολον χαλκοῖ ϛ καὶ ἀποφορὰ δραχμαὶ μ γίνονται οβ τετρώβολον χαλκοῖ ϛ ἔχομεν δὲ ἐν τῶι κθ ἔτει Δίου ἀπὸ Ξανδικοῦ ἕως Γορπιείου μηνῶν ϛ ἀργυρίου δραχμὰς σπε τούτου ὑπολογοῦμεν εἰς τὸ διὰ χειρὸς καὶ τὸν τόκον καὶ ἀποφορὰν ἀντὶ χαλκοῦ δραχμῶν ρλε χαλκῶν ϛ ἀργυρίου δραχμὰς ακδ τετρώβολον χαλκοῦς β καὶ εἰς τὸ διὰ χειρὸς ἀργυρίου ϙε διώβολον λοιπὸν ξε καὶ εἰς τὸ κατὰ τὴν συγγραφὴν ἀργυρίου δραχμὰς ξε ἔτι ὀφείλει ἀργυρίου δραχμὰς τμε καὶ τόκος ἀπὸ Ἀπελλαίου ἕως Δύστρου ἐμβολίμου μηνῶν ε δραχμαὶ λδ τριώβολον καὶ ἀποφορὰ δραχμαὶ ν γίνονται πδ τριώβολον ἔχομεν δὲ ὧν προσδεχόμεθα ἀργυρίου δραχμὰς ρμ χαλκοῦ οϛ τετρώβολον ἀνταναιρουμένων δὲ τούτων ἔτι ὀφείλει ἀργυρίου δραχμὰς σιβ ὀβολὸν α 𐅵 καὶ τόκος χαλκοῦ δραχμαὶ σιβ ὀβολὸς α 𐅵 καὶ ἀπὸ τῆς Πύθωνος τραπέζης ἀργυρίου κ καὶ τόκος χαλκοῦ κ καὶ ἐν τῶι λγ ἔτει καὶ λδ ἔτει καὶ λε ἔτει σίτου τιμὴν χαλκοῦ δραχμὰς λβ γίνονται ἀργυρίου δραχμαὶ σλβ ὀβολὸς α 𐅵 χαλκοῦ σξδ ὀβολὸς α 𐅵 ζ πεντώβολον ϛ ζ κη λε καὶ ἀποφορὰν τοῦ λ ἔτους καὶ λα ἔτους σὺν ἐμβολίμωι μηνῶν κε χαλκοῦ σν γίνονται ἀργυρίου σλβ ὀβολὸς α 𐅵 χαλκοῦ ειδ ὀβολὸς α 𐅵 καὶ Ἰσιδώρας τῆς θυγατρός δάνειον δραχμαὶ ϡ καὶ τὸ δοθὲν διὰ Πεισικλέους εἰς τὸ ὀψώνιον πρόχρησιν ἀργυρίου ρ καὶ χαλκοῦ μ αἳ ἀργυρίου λϛ ὀβολοὶ ε 𐅵 γίνονται Αλϛ ὀβολοὶ ε 𐅵 καὶ τόκος ἀπὸ Γορπιαίου τοῦ κζ ἔτους ἕως Δύστρου μηνῶν ζ ὡς τοῦ μηνὸς δραχμαὶ ιη γίνονται ρκϛ καὶ τοῦ κη ἔτους σὺν ἐμβολίμωι μηνῶν ιγ σλδ καὶ τοῦ κθ ἔτους ἀπὸ Ξανδικοῦ ἕως Δίου μηνῶν η δραχμὰς ρμδ γίνεται ὁ τόκος χαλκοῦ φδ αἳ ἀργυρίου υξε ὀβολὸς α 𐅵 ἔχομεν δὲ τὸ ἀνενεχθέν σοι ὀψώνιον ἐν τῶι Ἀπολλωνίου λόγωι τοῦ κη ἔτους εἰς Ξανδικὸν καὶ Ἀρτεμίσιον ἀργυρίου ρ καὶ ἐν τῶι κθ ἔτει Ξανδικοῦ εἰς τὸ κη ἔτος ἀπὸ Δαισίου ἕως Ὑπερβερεταίου μηνῶν ε σλζ τριώβολον

---

Documentary Papyri, P.Cair. Zen. 3. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.cair.zen;3.
