# P.Cair. Zen. 3 59355.2.51-59355.4.107

Documentary Papyri, P.Cair. Zen. 3, 59355.2.51 to 59355.4.107. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-cair-zen-3/59355.2.51
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-cair-zen-3/59355.2.51

καὶ Ἰσιδώρας τῆς ταύτης θυγατρὸς τῆς μετελθούσης ἐν τῶι γ ἔτει … τὸ ἐπιβάλλον α. δραχμαὶ σ … δραχμὰς ξϛ τετρώβολον γίνεται ἡ τιμὴ ἀργυρίου δραχμαὶ ρλγ διώβολον …τοα…μεν εἰς τὸ δάνειον δραχμὰς τνδ πεντώβολον ὥστε ἔτι ὀφείλειν αὐτὸν πρὸς τὸ κατὰ τὴν συγγραφὴν δάνειον ἀργυρίου φε πεντώβολον αἴτει ὀπίσω καὶ ἃς ἔχει ἐν τῶι λγ ἔτει μηνὸς Παῦνι ἀπὸ τῆς Πύθωνος τραπέζης ἃς ἔδει αὐτὸν ἀποδιαγράψαι ἀργυρίου κ καὶ τούτων τὸν τόκον χαλκοῦ κ εἰς δὲ τὸ αὐτὸ ὀφείλει ἀργυρίου φκε πεντώβολον καὶ χαλκοῦ φκε πεντώβολον ἐὰν δὲ τὰ β σώματα βούληται κομίσασθαι ὧν τὴν τιμὴν προσδεδέγμεθα ὅσου ἠγοράσθη ἀργυρίου δραχμῶν ρλγ διωβόλου ὀφειλήσει ἀργυρίου δραχμὰς χνθ ὀβολὸν χαλκοῦ φκε πεντώβολον ἔχει δὲ καὶ ἄλλας διὰ χειρὸς πρόχρησιν ἔτους κη παρὰ Πεισικλέους ἀργυρίου λβ χαλκοῦ λη παρὰ Μικίωνος χαλκοῦ δ διώβολον ἡμιωβέλιον παρὰ Δρόμωνος ἀργυρίου δ παρὰ Ζήνωνος ἀργυρίου ξ ἀργυρίουϙϛχαλκοῦ δβ διώβολον ἔτους κθ παρὰ Πεισικλέους ἀργυρίου ιϛ χαλκοῦ κ ἔτους λγ παρὰ Κλειτορίου πυρῶν ἀρταβῶν ι χαλκοῦ ἔτους λδ παρʼ Ἁρβίχιος κριθῶν ἀρταβῶν ι χαλκοῦ … ἔτους λε παρὰ τοῦ αὐτοῦ πυρῶν ἀρταβῶν … χαλκοῦ … … ἔχει ἀργυρίου ιαβ χαλκοῦ ϙδ διώβολον ἡμιωβέλιον αἳ ἀργυρίου πζ εἰς τὸ αὐτὸ ἀργυρίου ρϙθ εἰς δὲ τοῦτο προσδεχόμεθα αὐτῶι μύλων β ὧν ἀνηνέγκαμεν δεδόσθαι ἡμῖν τιμὴν ἀργυρίου ακ ἐφονίου τοῦ απ…ο… ἀργυρίου κ πιτύρων τιμὴν χαλκοῦ ι πυρῶν ἀρταβῶν ι τιμὴν κάτεργον χαλκοῦ … ἔργαστρα χλαμύδων β ὧν ἐξύφανεν Μαιανδρία γυνὴ αὐτοῦ χαλκοῦ μ ὧν προσδεχόμεθα ἀργυρίου δραχμὰς ρμ χαλκοῦ οϛ τετρώβολον αἳ ἀργυρίου ο τετρώβολον γίνονται ἀργυρίου σι τετρώβολον ὑπερέξομεν πρὸς τὸ διὰ χειρὸς ἀργυρίου ια ἀνταναιρουμένων δὲ τῶν ια τετρωβόλου ἔτι ὀφείλει ἀργυρίου χμζ τριώβολον χαλκοῦ φκε πεντώβολον ἐπεὶ οὖν γεγράφαμεν τὸν λόγον ἐκ τῶν ὁμολόγων, καθότι καὶ ὑμεῖς διακούσαντες συνεκρίνατε , ἀξιοῦμεν ὑμᾶς ἀνενέγκαι ἐπὶ Χρύσερμον·

---

Documentary Papyri, P.Cair. Zen. 3. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.cair.zen;3.
