# P.Cair. Zen. 3 59355.4.108-59355.1ctr.142

Documentary Papyri, P.Cair. Zen. 3, 59355.4.108 to 59355.1ctr.142. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-cair-zen-3/59355.4.108
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-cair-zen-3/59355.4.108

πλείω γὰρ χρόνον παρειλκύσμεθα διὰ τὴν Φίλωνος ἀγνωμοσύνην, καὶ οὐκ ὀλίγα διάφορα γέγονεν, ἀπὸ τῶν τε ἔργων ἀπεσπάσμεθα καὶ ὑστερήκαμεν τῆς συναγωγῆς τοῦ σίτου, διό, ἵνα μὴ καὶ τοῦ τρυγήτου ὑστερήσωμεν, ἀξιοῦμεν ὑμᾶς ἀνενέγκαι ἐπὶ Χρύσερμον. καὶ τούτου τὸν τόκον ἔδει μὲν αὐτὸν τάσσεσθαι ἀπὸ Ἀπελλαίου τοῦ κθ ἔτους ἕως Ξανδικοῦτοῦ ἔτους δ ἐτῶν ιβ μηνῶν ϛ κατὰ μῆνα δραχμὰς ι ὅ ἐστιν χαλκοῦ Αφ τίθεμεν δὲ αὐτῶι ἴσον τῶι λοιπῶι ὧι ὀφείλει πρὸς τὴν συγγραφὴν χαλκοῦ δραχμὰς φε πεντώβολον ἔτους α ιβ γ πρὸς Φίλωνα. ἔδει αὐτὸν ἀποδεδωκέναι ἡμῖν κατὰ τὴν γενομένην πρὸς αὐτὸν συγγραφήν, ἧς τὸ ἀντίγραφον ὑπόκειται. παρὰ Ζήνωνος Ζήνει Διοδώρωι. ἐντυχόντος κατά μου Φίλωνος Χρυσέρμωι καὶ συντάξαντος ὑμῖν καθίσαντας διακοῦσαι καὶ συγκρίναντας ἐπʼ αὐτὸν ἀνενεγκεῖν, περὶ μὲν οὖν ὧν ἀντείπαμεν πρὸς αὑτούς, καθότι συνεκρίνατε, δεδώκαμεν οὖν πίστεις ἀλλήλοις ἐν τῶι Παρμενίσκου Σαραπιείωι, περὶ δὲ τῶν ὁμολόγων καὶ τοῦ κατὰ τὴν συγγραφὴν δανείου, καθάπερ συνεκρίνατε τὸν πρὸς αὐτὸν λόγον γράψαι, δεδώκαμεν ὑμῖν· τῆς δὲ συγγραφῆς ἀντίγραφόν ἐστιν τόδε. τόκος ἀργυρίου δραχμῶν …υι μηνῶν ι δραχμαὶ ηβ καὶ ἀποφορὰ δραχμαὶ ρ γίνονται χαλκοῦ δραχμαὶ απβ ἀντὶ χαλκοῦ ρη διωβόλου πρ ἀργυρίου ρ γίνεται ὁ τόκος καὶ ἀπὸφορὰ ἕως Ἀρτεμισίου τοῦ κη ἔτους ογ τετρώβολον καὶ ἀπὸ Δαισίου ἕως Δύστρου μηνῶν ι ρπβ καὶ εἰς τὰ … ἔχει ἀργυρίου ρ χαλκοῦ μ καὶ ἄλλας ἐν τῶι κη ἔτει ἀργυρίου δραχμὰς ϙϛ χαλκοῦ δραχμὰς μβ διώβολον γίνονται τὸ κατὰ συγγραφὴν ἀργυρίου υι τὸ διὰ χειρὸς ἀργυρίου ρϙϛ χαλκοῦ ηβ διώβολον τόκος καὶ ἀποφορὰ χαλκοῦ σνε τετρώβολον ἔχομεν εἰς τὸ ὀψώνιον μηνῶν ε ἀργυρίου σλζ ὀβολοὺς 3 ἀπὸ τούτου …ια… ἀργυρίου ρ καὶ ἀντὶ χαλκοῦ δραχμῶν μ ἀργυρίου δραχμὰς λϛ ὀβολοὺς ε 𐅵 καὶ εἰς τὸν τόκον καὶ ἀποφορὰν ἀντὶ χαλκοῦ ρη ὀβολῶν β 𐅵 δ ἀργυρίου δραχμὰς ρ ὀβολοὺς γ 𐅵 καὶ τὸν γινόμενον ἕως Πανήμου τοῦ κθἔτουςμηνῶν δ δραχμὰς λβ τετρώβολον χαλκοῦς ϛ καὶ ἀποφορὰν δραχμὰς μ γίνονται ζβ τετρώβολον χαλκοῖ ϛ γίνονται σκ ἔχομεν δὲ ἐν τῶι κθ ἔτει Πανήμου εἰς τὸ ὀψώνιον μηνῶν ε ἀργυρίου δραχμὰς σλζ τριώβολον … εἰς τὸν τόκον καὶ τὴν ἀποφορὰν ἀντὶ χαλκοῦ δραχμῶν σκη διωβόλου χαλκῶν ϛ ἀργυρίου δραχμὰς βι πεντώβολον καὶ εἰς τὸ διὰ χειρὸς ἀργυρίου δραχμὰς ιϛ τετρώβολον

---

Documentary Papyri, P.Cair. Zen. 3. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.cair.zen;3.
