# P.Cair. Zen. 3 59499.v.1.49-59499.v.3.101

Documentary Papyri, P.Cair. Zen. 3, 59499.v.1.49 to 59499.v.3.101. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-cair-zen-3/59499.v.1.49
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-cair-zen-3/59499.v.1.49

οὔπω κεκύρωται. εἰ οὖν σοι δοκεῖ ἀγοράσαι. ὅσον οὖν ἠγόρασεν ἀργύριον εὑρήσεις ἐν τῆι οἰκίαι πλίνθον καὶ ξύλα. ὁ πράκτωρ τα … σοὶ ἐστίν. ἐρώτησον αὐτὸν …ου… …αι … …λαι …ν σοι δῶι Πᾶεις ὁ γεωργὸς τὴν ἑαυτοῦ οἰκίαν καὶ συνγράψηταί σοι ἐγὼ αὐτῶι δώσω ἐκ τοῦ ἐμοῦ τόπου. οὐδὲ λόγον σου εἴσχηκεν, ἀλλὰ πέπρακεν Φανήσι τῶι ἐλαιοπώληι τὸ ἥμισυ τῆς οἰκίας δραχμῶν ξδ, τὸ δὲ ἥμισυ Κοροιβίδης ἀγοράσαι μέλλει. αλ… …ι Πᾶεις ἦλθεν πρὸς σὲ καὶ ἀνῆλθεν δὲ ἔχων ἐπιστολὴν μετὰ πα…ρησίας πολ… ὥστε Ζήνωνι δοῦναι. ἐποίησε … ἡμέρας πρὸ τοῦ δοῦναι καὶ ἔδειξεν … πολλοῖς ἀνθρώποις λέγων ὅτι, ἰδοὺ ἐπιστολὴ παρὰ Κλέωνος ὅτι δίδωσί μοι τὴν οἰκίαν τὴν Πετοσίριος. ἔτι καὶ νῦν, ἐάν σοι δῶι τὴν οἰκίαν, ἐγὼ δώσω … Τιμοξένου …αι… τόπον ἐν τοῖς ἐμοῖς. χρήσιμός σοί εἰμι μᾶλλον ἐγὼ ἐκεῖ. ἰδοὺ δωδεκάμηνος οὐκ ἔχω ὀψώνιον· ἐκ τῶν …ν…ων ζῶ. ὑπόμνημα Ζήνωνι παρὰ Πετοσίριος. Πᾶεις ὁ στασιαστὴς ὁ γεωργὸς τὸν τόπον τοῦτον νῦν σκηνοῖ. οὐκ αὐτοῦ ἐστιν, ἀλλὰ βασι- σιλικόν. ἐχρήσατο παρὰ μοῦ μέχρι μηνῶν τινων, μέχρι τὸν ἑαυτοῦ τόπον οἰκοδόμησαι, καὶ σὺ δέδωκας δραχμὰς κ εἰς οἰκοδομὴν ταύτης τῆς οἰκίας αὐτῶι καὶ τῶι ἀδελφῶι, ταύτην τὴν οἰκίαν ἣν πέπρακεν Φανέσι ἐλαιοπώληι τὸ ἥμισυ δραχμῶν ξδ, τὸ δὲ ἥμισον μέλλει ἀγοράσαι. καὶ ἄλλον τόπον ἔχει ἐκ βασιλικοῦ, καὶ τοῦτο πέπρακεν Ὥρωι τῶι ἐπὶ τοῦ κρότωνος, καὶ οὐδαμοῦ οἰκίανᾠκοδόμησεν ἀλλʼ ἃ νῦν πέπρακεν.

---

Documentary Papyri, P.Cair. Zen. 3. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.cair.zen;3.
