# P.Cair. Zen. 4 59745

Documentary Papyri, P.Cair. Zen. 4, P.Cair. Zen. 4 59745. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-cair-zen-4/59745
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-cair-zen-4/59745

…τ… … ἐργαζομένοις …ς λίθους … ἀρτάβαι ϛ …νᾶτι … πυροῦ ἀρτάβαι ϛ … … πυροῦ ἀρτάβαι ια … α τριώβολον πυροῦ ἀρτάβαι δ … Ἀμμώνιος σιτοποιὸς … α τριώβολον πυροῦ ἀρτάβαι δ … …ως λατόμου Ὥρου … Ἁρμάει Κολλούθου …ρητος τοῖς … …σι τὴν ἐγβολὴν … τῶν φρεατίων … τοῦ ὑπονόμου … μεγάλης διώρυγος …ον ἧι δεῖ … ἀχθῆναι τοῦ … τὰ δὲ …ηκει τὰ …ᾶτι … α τριώβολον πυροῦ Θηβαίου ἀρτάβαι ιε … καὶ Ὥρωι Πάσιτος … πυροῦ Θηβαίου ἀρτάβαι ε ιβ Ὥρωι Πάσιτος ἐργαζομένωι τοὺς ἀπὸ τῆς μεγάλης διώρυγος ὑπονόμους ἧι δεῖ τὸ ὕδωρ ἀχθῆναι εἰς τὸ Ἀρσινόειον ἀντὶ χαλκοῦ δραχμῶν ιε ἀνὰ α τριώβολον Θηβαίου πυροῦ ἀρτάβαι ι λ Ἑριεῖ λατόμωι διʼ αὐτοῦ Ἑριέως Θοτμούιος καὶ Πάσι Ὥρου εἰς τοὺς τεμνομένους λίθους βασιλικοὺς εἰς τὸ τέμενος ὃ δεῖ ὑπολογῆσαι αὐτῶν εἰς τὸν μισθὸν τιμῆς τὴν ἀρτάβην δραχμῆς α τριωβόλου ἑκάστωι Συρίου πυροῦ ἀρτάβαι ι γίνονται ἀρτάβαι κ Χοίαχ ια Ἑριεῖ Φαρύτου Τρωίτηι καὶ Πάι Νεμψήσιος Φανίθηι …νούβιος λατόμοις πρόχρησιν πυροῦ Συρίου ἀρτάβαι ϛ ιη λαξοῖς τοῖς τοὺς λίθους βασιλικοὺς ἐργαζομένοις εἰς θέσιν Παχώνσει Παάπι Ἀσύχει Σεῶι Χεσορταίωι εἰς τὸν γινόμενον αὐτοῖς μισθὸν ἀντὶ δραχμῶν ιε τιμῆς τὴν ἀρτάβην τῶν πυροῦ δραχμῆς α τριωβόλου Συρίου πυροῦ ἀρτάβαι ι κη Ὥρωι λατόμωι λίθων γωνιαίων τῶν εἰς τὸ βαλανεῖον ὡς τῶν δ δραχμῶν υν τῶν Ατν δραχμαὶ ιβ ἀνὰ α διώβολον γίνονται Συρίου πυροῦ ἀρτάβαι θ ἀωιλιασταῖς Μεχεὶρ ιη Σαμώυτι ἃς Πολέμαρχος … Ἁθὺρ δ τοῖς τὰ ἀωίλια ἐργαζομένοις ἐν τῶι γ περιχώματι τῶι πρὸς βορρᾶν καὶ ταῖς Α ἀρούραις ταῖς προσκαταμεμετρημέναις διὰ Κομοάπιος ἀρχιτέκτονος Ἰμούθηι Ἀφρέους Τρωίτηι διʼ ἐγγύου Πάσιτος κυβερνήτου τῆς λιθηγοῦ βάρεως ἀωιλίων υν εἰς ξ τῶν δ δραχμῶν ἀντὶ χαλκοῦ δραχμῶν λ ἀνὰ α τριώβολον πυροῦ Θηβαίου ἀρτάβαι κ καὶ Πάσι Φανεύιος Τρωίτηι διὰ τοῦ αὐτοῦ ἐγγύου ἀωιλίων υν πυροῦ ἀρτάβαι κ καὶ Ὀννώφρει Ὥρου Συκροίτηι διὰ τοῦ αὐτοῦ ἐγγύου υν πυροῦ ἀρτάβαι κ Ἀθομμεῦτι Πετήσιος Ἀφροδιτοπολίτηι διʼ ἐγγύου Φαμείνιος τοῦ Πάιτος κυβερνήτου ἀωιλίων υν πυροῦ ἀρτάβαι κ Πετῶι Στρωίσου διʼ ἐγγύου Κελεήσιος υν πυροῦ ἀρτάβαι κ Πετεχῶντι Νεβώγχιος διʼ ἐγγύου Νεχθώυτος κοσκινευτοῦ πυροῦ ἀρτάβαι κ Παχοίμει Σενεμούνιος Μεμφίτηι διʼ ἐγγύου Πάσιτος ἀωιλίων υν πυροῦ ἀρτάβαι κ Ἀθομμεῦτι Ἁρχήβιος Τρωίτηι διʼ ἐγγύου Πάιτος τοῦ Φανεύιος δεκατάρχου … Ἄραψι Μεσορὴ θ Πετεμὶν Ἄραβι ἁλωνοφυλακοῦντι μηνῶν δ ἀνὰ ἀρτάβας ϛ Φερῶτι Φαῶφι κγ πυρῶν ἀρτάβαι ι λαξοῖς Μεσορὴ γ τοῖς ἐργαζομένοις τοὺς εἰς τὴν γέφυραν λίθους Παάπει Πάι Ἀσύγχει Παῶι οὖσι δ πυροῦ ἀρτάβαι ϛ κε Παάπει Ἀσύχει Παῶι Πάι οὖσι δ ἔστι ἑκάστωι πυροῦ ἀρτάβη α 𐅵 γίνονται πυροῦ ἀρτάβαι ϛ κ… πυροῦ ἀρτάβαι β

---

Documentary Papyri, P.Cair. Zen. 4. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.cair.zen;4.
