# P.Cair. Zen. 4 59787.1.1-59787.3.83

Documentary Papyri, P.Cair. Zen. 4, 59787.1.1 to 59787.3.83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-cair-zen-4/59787.1.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-cair-zen-4/59787.1.1

παρὰ …νος κ… Γρ …αγματηι… τιμὴν πυροῦ ἀρταβῶν … ἐκφόριον … πδ Λιμναίωι ὥστε παρακομίσαι Πτολεμαίωι εἰς Βακχιάδα εἰς συναγορασμὸν πυροῦ ἀργυρίου δραχμὰς σ καὶ Ἑρμάι εἰς κρότωνος ἀρτάβας σ πόσον; καὶ ὥστε Θεοφίλωι εἰς κρότωνα ἀργυρίου δραχμὰς ρ Φιλίσκωι ἃς ἐκ Κερκῆι ἠριθμήσατο Ἀπολλόδωρος ὁ παρʼ αὐτοῦ δραχμὰς ρ Ἀπολλωνίωι τῶι παρὰ Διονυσοδώρου ἀργυρίου δραχμὰς σ …κλεῖ κριθῶν ἀρταβῶν τ δραχμὰς π τῶι αὐτῶι ἀργυρίου δραχμὰς τ Νεχθεμίνι ὥστε παρακομίσαι Παταικίωνι δραχμὰς … εἰς τιλμὸν σησάμου εἰς Φαρβαῖθον ἀργυρίου δραχμὰς ρ καὶ ὥστε Ὀννώφρει εἰς τιμὴν κριθῆς νβ Ἀπολλωνίωι τῶι παρὰ Διονυσοδώρου ἀργυρίου δραχμὰς σ ἐπὶ τὴν Ἀρτεμιδώρου τὸ διαγραφὲν Νεχθεμίνι τῶι Πάσιτος πατρὶ προβάτων ξ ἀνὰ β δραχμὰς ρκ Εὐτυχίδηι ὥστε Διοφάντωι παρακομίσαι εἰς τιμὴν κριθῆς ἀρταβῶν φ εἰς ιε ἀρτάβας τῶν δ δραχμῶν ἀργυρίου δραχμὰς ρν ὧν μετρεῖ Ἁρενδώτηι καὶ τὸ ἐλλιπὸν τῆς τιμῆς κομίζεται διὰ Παταικίωνος … τὸ παρʼ Ἀμορταίου ἀπὸ τιμῆς ἐρίων … καὶ παρὰ Πλάτωνος ἃς ἡμεῖς … ἐν Φιλαδελφείαι ἀποδιδ… Δημητρίωι κληρούχωι … τιμὴν ὑποζυγίου … οὗ παρείληφεν Δημήτριος ὀνηλάτης … καὶ εἰς μήκωνα … τὸ πᾶν ἔχει αλβ Ἁρμοδίωι τῶι παρὰ Ἡρακλείδου ὥστε Ἡρακλείδηι γεωργῶι πρόχρησιν ἀργυρίου δραχμὰς σ Λιμναίωι ὥστε Ἑρμάι εἰς κρότωνος εἰς καὶ μήκωνος δραχμὰς ρ καὶ ὥστε Ἀπωνίχωι ὡσαύτως δραχμὰς ρ καὶ Θεοφίλωι ὡσαύτως δραχμὰς ρ Γοργίλωι εἰς μήκωνα ἀργυρίου δραχμὰς ρκ ὧν παρὰ Διοφάντου κρότωνος ἀρτάβας ρ δραχμὰς ρ Δωρίωνι κληρούχωι δραχμὰς κ Κρότωι εἰς τὰς προσοφειλομένας αὐτῶι κατὰ τὸν ὑπʼ αὐτοῦ δοθέντα λόγον … ἔχει δραχμὰς μ Ἀνδρομάχωι ἐν τῶι Μητροδώρου ἐποικίωι εἰς συναγωγὴν σησάμου δραχμὰς ξ Φιλοξένωι εἰς τιναγμὸν τοῦ ἐν ταῖς Καμίνοις σησάμου ἀργυρίου δραχμὰς ξ τῶι αὐτῶι ὥστε Ὀννώφρει στασ…ας παρακομίσαι εἰς τιλμὸν ἀργυρίου δραχμὰς ν Βϡξ αἱ διαφωνησάσαι πᾶσαι ἀργυρίου δραχμαὶ σ παρὰ Κοροιβίδου κληρούχου δραχμὰς ϡ παρὰ Θεοπόμπου τ…ανδυι ἀργυρίου δραχμὰς ξ Διονυσίωι ὥστε παρακομίσαι Παταικίωνι εἰς Φαρβαῖθον εἰς τιλμὸν σησάμου … χαλκοῦ δραχμὰς η τετρώβολον καὶ ἀργυρίου δραχμὰς ξ Ἰάσονι ἱματίου τοῦ δοθέντος Φιλωνίδηι ἀργυρίου δραχμὰς η χαλκοῦ δραχμὴν α ἡμιωβέλιον Διονυσίωι ὥστε Ἡροδότωι παρακομίσαι εἰς Ἀρσινόην εἰς τιμὴν κριθῆς ἀργυρίου δραχμὰς σ ἐπὶ τὴν Ἀρτεμιδώρου τράπεζαν κατεβλήθησαν ἀργυρίου δραχμαὶ ρμ ὧν Δαμάσται τιμὴν σίτου τοῦ γινομένου εἰς τὸ ἐκφόριον πυροῦ ἀρταβῶν ἀργυρίου νθ τριώβολον Ἀρόμβαι δάνειον κατὰ συγγραφὴν ἀργυρίου δραχμαὶ π

---

Documentary Papyri, P.Cair. Zen. 4. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.cair.zen;4.
