# P.Col. 10 281

Documentary Papyri, P.Col. 10, P.Col. 10 281. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-col-10/281
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-col-10/281

Αὐρήλιοι Ὃλ Κοπρῆ μητρὸς Ἀπιλλᾶς ἀπὸ κώμης Φιλαδελφίας κωμάρχης τοῦ ἐνεστῶτος γ ἔτους καὶ β ἔτους καὶ Κορνήλιος Πόσι μητρὸς Εἰουλιανῆς ἀπὸ τῆς αὐτῆς κώμης ἀλλήλοις χαίρειν. ἐπεὶ τυγχάνω ὢν κώμαρχος τῆς αὐτῆς κώμης ἐντεῦθεν συνεθέμεθα πρὸς ἀλλήλους ὥστʼ ἐμὲ τὸν Ὃλ ἀγγεῖλαι σὲ τὸν Κορνήλιος εἰς κωμαρχίαν τῆς αὐτῆς κώμης τῷ εἰσιόντι ἔτει ἐκτελοῦντα σὲ τὸν σταχθέντα ἐνιαύσιον χρόνον· καὶ ἐμοῦ ται τε Κορνηλίου ἀποπληρώσαντος καθʼ ὁμοιότητα καὶ ἐγὼ ἀγγελῶ τὸν ὁμογνήσιον σοῦ ἀδελφὸν Διόσκορον τῷ ἑξῆς ἔτει ἐκτελοῦντα καὶ αὐτὸν τὸν αὐτὸν ἐνιαύσιον χρόνον· ὁμοίως τʼ ἐμὲ τὸν Ὃλ ἠγγυῆσθαι υ…ν… τὸν ἀδελφὸν Διόσκορον εἰς τὸν αὐτὸν χρόνον καθὼ καὶ οὐκ ἐξέσται ἡμῖν ὁποτέρῳ τὰ ἐν ταῖς ἐγγεγραμμέναις συνθήκαις παραβῆναι βιαστή· ἂν δὲ ὁπότερος τὸν ἕτερον ἀδικῇ περὶ τούτου ἐκτείσει ὁ παραβὰς τῷ ἐμμένοντι ὑπὲρ ἐπιτίμου καὶ ἐπηρείας λόγου ἀργυρίου δραχμὰς δισχιλίας διὰ τὸ ἐπὶ τούτοις αὐτοὺς πρὸς ἀλλήλους συντεθεῖσθαι καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. Αὐρήλιος Ὃλ ὡς ἐτῶν λ οὐλὴ ἐπάνω ὀφρύος δεξιᾶς ἔτους γ τοῦ κυρίου ἡμῶν Διοκλητιανοῦ καὶ ἔτους β τοῦ κυρίου ἡμῶν Μαξιμιανοῦ Σεβαστῶν …

---

Documentary Papyri, P.Col. 10. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.col;10.
