# P.Col. 7 137.1.1-137.3.48

Documentary Papyri, P.Col. 7, 137.1.1 to 137.3.48. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-col-7/137.1.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-col-7/137.1.1

ἔτους ιζ καὶ ιϛ καὶ ἐνάτου ἔτους Φαρμοῦθι κδ διέγραψεν Ἰσίδωρος Πτολεμαίου καὶ Ταῆσις Κοπρῆ τιμὴν ἀχύρου καὶ κρέως α διατυπώσεως κώμης Καρανίδος δραχμὰς ἑκατὸν πεντήκοντα δύο, δραχμὰς ρνβ διʼ Ἀχιλλᾶ καὶ Ἀραβικοῦ καὶ τῶν κοινωνῶν ἀπαιτητῶν. καὶ ὑπὲρ κώμης ὁριοδεικτίας Καρανίδος τιμὴν ἀχύρου καὶ κρέως τετάρτης θείας διατυπώσεως δραχμὰς τρισχιλίας ὀκτακοσίας, δραχμὰς Γω διʼ Ἀχιλλᾶ καὶ Πελῆνις ἀπαιτητῶν. ἔτους ιζ καὶ αϛ καὶ θ Φαρμοῦθι … διέγραψεν Ἰσίδωρος Πτολεμαίου θείας διατυπώσεως ὑπὲρ ιε ἔτους καὶ ιδ ἔτους καὶ ζ ἔτους κώμης Καρανίδος τιμὴν ἀχύρου καὶ κρέως δραχμὰς χιλίας ἐνακοσίας, δραχμὰς Αϡ Αὐρήλιοςσεσημείωμαι. … διέγραψεν Ἡρᾶς Πτολεμαίου … τιμὴν ἀχύρου καὶ κρέως γ διατυπώσεως … …κρέως λίτρας… … τετρακαιεξηκοστόν καὶ ὑπὲρ … καὶ τῇ … διέγραψεν Ἰσίδωρος Πτολεμαίου ὑπὲρ τῆς αὐτῆς διατυπώσεως τιμῆς κρέως διὰ τῶν αὐτῶν ἀπαιτητῶν δραχμὰς τριάκοντα ἕξ, γίνονται δραχμαὶ λϛ ἔτους ιζ καὶ ιϛ καὶ θ ἔτους τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων Φαρμοῦθι κθ. Αὐρήλιοι Ὡρίων καὶ Φιλώτας δεκάπρωτοι δ ε τοπαρχίας Ἡρακλείδου μερίδος, ἐμετρήθησαν ἡμῖν ἐν θησαυρῷ κώμης Καρανίδος μέτρῳ δημοσίῳ ξυστῷ ὑπὲρ γενήματος ιε ἔτους καὶ ιδ ἔτους καὶ ζ ἔτους καὶ ιϛ ἔτους καὶ ιε ἔτους καὶ η ἔτους ὑπὲρ κώμης Πτολεμαίδος νέας ὀνόματος Θαησίου Κοπρῆ διὰ Ἰσιδώρου πυροῦ καθαροῦ σὺν ἑκατοσταῖς ιβ ἀρτάβαι δύο ἥμισυ, ἀρτάβαι β 𐅵 Αὐρήλιος Φιλώτας σεσημείωμαι. Ὡρίων σεσημείωμαι. ἔτους ιζ καὶ ιϛ καὶ θ τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων Παχὼν ια. Αὐρήλιοι Σεουηρῖνος καὶ Ἀνδρείας ἐξηγητεύσας βουλευτὴς Ἀλεξανδρείας καὶ κληρονόμοι Σαρμάτου καὶ Σαβεῖνος γυμνασιαρχήσας δεκάπρωτοι δ ε τοπαρχίας Ἡρακλείδου μερίδος, ἐμετρήθησαν ἡμῖν ἐν θησαυρῷ κώμης Καρανείδος ὑπὲρ ὁριοδεικτίας ὑπὲρ θείας διατυπώσεως γενήματος ιζ ἔτους καὶ ιϛ ἔτους καὶ θ ἔτους μέτρῳ δημοσίῳ ξυστῷ … Ταήσεως Κοπρῆ πυροῦ καθαροῦ ἀρτάβης δίμοιρον … καὶ ὑπὲρ Πτολεμαίδος … ἐμετρήθησαν … πυροῦ καθαροῦ ἀρτάβαι πέντε τρίτον, γίνονται καθαροῦ ἀρτάβαι ε γ καὶ … Πτολεμαίδος καὶ Ἡρ… ὁριοδεικτίας ἄλλαι πυροῦ καθαροῦ ἀρτάβαι εἴκοσι … του… τητη… Αὐρηλι… ἔτους ιζ καὶ ιϛ καὶ ἐνάτου τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων Παχὼν ε. Αὐρήλιος Δίδυμος γυμνασιαρχήσας βουλευτὴς δεκάπρωτος α ϛ τοπαρχίας Ἡρακλίδου μερίδος διʼ ἐμοῦ Ἥρωνος Ὀνομάστου, ἐμετρήθησάν μοι ἐν θησαυρῷ κώμης Καρανίδος μέτρῳ δημοσίῳ

---

Documentary Papyri, P.Col. 7. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.col;7.
