# P.Col. 7 137.3.49-137.4.95

Documentary Papyri, P.Col. 7, 137.3.49 to 137.4.95. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-col-7/137.3.49
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-col-7/137.3.49

ξυστῷ γενήματος ιϛ ἔτους καὶ ιε ἔτους καὶ η ἔτους καὶ ιε ἔτους καὶ ιδ ἔτους καὶ ζ ἔτους καὶ ιδ ἔτους καὶ ιγ ἔτους καὶ ϛ ἔτους ὀνόματος Ταῆσις Κοπρῆ πυροῦ καθαροῦ ἀρτάβαι δέκα δύο ἥμισυ τέταρτον, ἀρτάβαι ι 𐅵 δ, καὶ ὀνόματος Ἡραίδος Χαιρήμονος διὰ Ἰσιδώρου πυροῦ καθαροῦ ἀρτάβαι δέκα ἥμισυ ἀρτάβας ι 𐅵 γίνονται ὁμοῦ τοῦ συμβόλου ἀρτάβαι κγ δ Αὐρήλιος Ἥρων διʼ ἐμοῦ τοῦ υἱοῦ Πικῶτος σεσημείωμαι. ἔτους ιη καὶ ιζ καὶ ι Χοίακ δ διέγραψεν Ἰσίδωρος Πτολεμαίου … … διατυπώσεως κατὰ τὸν θεῖον νόμον … … ὁριοδεικτίας Καρανίδος ε… δραχμὰς ὀκτακισχιλίας τετρακοσίας ἑβδομήκοντα τέσσαρα, γίνονται Ηυοδ … …ν διʼ ἐμοῦ … … Αὐρήλιος Σαρμάτης… … σεσημείωμαι. … καὶ Ἰσίδωρος Πτολεμαίου ὑπὲρ διατυπώσεως δραχμὰς χιλίας ὀκτακοσίας ἑξήκοντα γίνονται δραχμαὶ Αωξ. καὶ Ἡρᾶς Πτολεμαίου δραχμὰς δισχιλίας τριάκοντα ἕξ γίνονται δραχμαὶ Βλϛ … Ταῆσις Κοπρῆ δραχμὰς ὀγδοήκοντα τέσσαρας, γίνονται δραχμαὶ πδ … Ὡρίων δεκάπρωτος σεσημείωμαι. ἔτους ιζ καὶ ιϛ καὶ ἐνάτου τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ ἐπιφανεστάτων Καισάρων Μεσορὴ ιζ. Αὐρήλιοι Ὡρίων καὶ Σαρμάτης δεκάπρωτοι δ ε τοπαρχίας Ἡρακλείδου μερίδος, ἐμετρήθησαν ἡμῖν ἐν θησαυρῷ κώμης Καρανίδος ὑπὲρ ὁριοδεικτίας Καρανίδος καρποῦ νέου ὀνόματος Ἰσιδώρου Πτολεμαίου ὑπὲρ γενήματος τοῦ αὐτοῦ ιζ ἔτους καὶ ιϛ ἔτους καὶ ἐνάτου πυροῦ καθαροῦ ἀρτάβαι τεσσαράκοντα τέσσαρες τέταρτον, γίνονται πυροῦ ἀρτάβαι καθαροῦ μδ δ καὶ αἱ κελευσθείσαι ἑκατοσταί. καὶ ὀνόματος Ἡρᾶ Πτολεμαίου πυροῦ καθαροῦ ἀρτάβαι. εἴκοσι τρεῖς, γίνονται πυροῦ ἀρτάβαι καθαροῦ κγ, καὶ αἱ ἑκατοσταί. καὶ ὀνόματος Ταησίου Κοπρῆ διὰ Ἡρᾶτος πυροῦ καθαροῦ ἀρτάβης ἥμισυ, γίνεται πυροῦ ἀρτάβης καθαροῦ 𐅵. καὶ ὀνόματος τῆς αὐτῆς Πτολεμαίδος νέας πυροῦ καθαροῦ ἀρτάβαι τέσσαρες ἥμισυ, γίνονται πυροῦ ἀρτάβαι καθαροῦ δ 𐅵, καὶ αἱ κελευσθείσαι ἑκατοσταί. Αὐρήλιος Ὡρίων σεσημείωμαι Αὐρήλιος Σαρμάτης σεσημείωμαι. ἔτους ιζ καὶ ιϛ καὶ ἐνάτου τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων … Αὐρήλιος Γερόντιος δεκάπρωτος α ϛ τοπαρχίας Ἡρακλείδου μερίδος ἐμετρήθησαν ἡμῖν ἐν θησαυρῷ κώμης Καρανίδος ὑπὲρ ὀνόματος Ταήσεως Κοπρῆ …ος καὶ τῇ …ς διʼ Ἰσιδώρου … Ἰσιδ… ὑπὲρ τοῦ γενήματος τοῦ αὐτοῦ ἔτους πυροῦ καθαροῦ ἀρτάβαι δεκαεπτὰ ἥμισυ, ἀρτάβαι ιζ 𐅵 καὶ αἱ κελευσθείσαι ἑκατοσταί. Αὐρήλιος Γερόντιος σεσημείωμαι.

---

Documentary Papyri, P.Col. 7. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.col;7.
