# P.Col. 7 160.r.1.1-160.r.3.42

Documentary Papyri, P.Col. 7, 160.r.1.1 to 160.r.3.42. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-col-7/160.r.1.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-col-7/160.r.1.1

Παχὼν λ . παρήνεγκεν Ἀιῶν Σαραπίωνος ἐν ὅρμῳ Λευκογίου ὑπὲρ γενήματος τετάρτης ἰνδικτίονος κωμητῶν Καρανίδος εἰς πλοῖον Ἱερακαπόλλωνος ἐπισκόπου ὑπὸ Χρῆστον σίτου καθαροῦ ἀρτάβας ἑπτὰ ἥμισυ δωδέκατον, ἀρτάβας ζ 𐅵 ιβ μόνας. Πετρώνιος σεσημείωμαι. Παχὼν α. παρήνεγκεν Ἀιῶν Λακῶις ἐν ὅρμῷ Λευκογίου εἰς πλοῖον Ἱερακαπόλλωνος ἐπισκόπου ὑπὸ Ἆπελ ὑπὲρ ε ἰνδικτίονος κωμητῶν Καρανίδος πυροῦ καθαροῦ ἀρτάβας δύο ἥμισυ τέταρτον, ἀρτάβας β 𐅸. καὶ τῇ ζ ὁμοίως ὁ αὐτὸς εἰς τὸ αὐτὸ πλοῖον ὑπὲρ ε ἰνδικτίονος κωμητῶν Καρανίδος πυροῦ καθαροῦ ἀρτάβας ἐννέα, ἀρτάβας θ μόνας. Κύριλλος σεσημείωμαι. Παχὼν κζ. παρήνεγκεν Ἀιῶν Σαραπίωνος ἐν ὅρμῳ Λευκογίου εἰς πλοῖον Ἱερακαπόλλωνος ἐπισκόπου ὑπὸ Παμὲς ὑπὲρ ε ἰνδικτίονος κωμητῶν Καρανίδος πυροῦ καθαροῦ ἀρτάβας ὀκτὼ ἥμισυ δωδέκατον, ἀρτάβας η 𐅵 ιβ μόνας. Κύριλλος σεσημείωμαι. Παχὼν κη. παρήνεγκεν Ἀιῶν Σαραπίωνος ἐν ὅρμῳ Λευκογίου ὑπὲρ γενήματος τετάρτης ἰνδικτίονος κωμητῶν Καρανίδος εἰς πλοῖον Ἱερακαπόλλωνος ἐπισκόπου ὑπὸ Χρῆστον σίτου καθαροῦ ἀρτάβας τρεῖς δίμοιρον, ἀρτάβας γ μόνας. Πετρώνιος σεσημείωμαι. ιϛ. ὁ αὐτὸς εἰς πλοῖον Περγαμίου κόμητος ὑπὸ Παῦλον σίτου καθαροῦ ἀρτάβας ἕνδεκα ἥμισυ δωδέκατον ἀρτάβας ια 𐅵 ιβ. ιη. ὁ αὐτὸς εἰς τὸ αὐτὸ πλοῖον σίτου καθαροῦ ἀρτάβας πέντε ἥμισυ δωδέκατον, ἀρτάβας ε 𐅵 ιβ μόνας. καὶ εἰς πλοῖον Αὐσωνίου πρίγγιπος σίτου καθαροῦ ἀρτάβας ὀκτὼ ἥμισυ δωδέκατον ἀρτάβας η 𐅵 ιβ. κβ ὁ αὐτὸς εἰς πλοῖον Ἆβελ σίτου καθαροῦ ἀρτάβας τρεῖς, ἀρτάβας γ μόνας. κδ. ὁ αὐτὸς εἰς πλοῖον Παμὲς σίτου καθαροῦ ἀρτάβας ἕξ, ἀρτάβας ϛ μόνας. Παχὼν ιγ. παρήνεγκεν Ἀιῶν Σαραπίωνος ἐν ὅρμῳ Λευκογίου εἰς πλοῖον Ἱερακαπόλλωνος ἐπισκόπου ὑπὸ Παμὲς ὑπὲρ ε ἰνδικτίονος κωμητῶν Καρανίδος πυροῦ καθαροῦ ἀρτάβας ὀκτὼ ἥμισυ, ἀρτάβας η 𐅵 μόνας. Κύριλλος σεσημείωμαι. Παχὼν ιϛ καὶ ιη. παρήνεγκεν Παπάεις Ἡρᾶ ἐν ὅρμῳ Λευκογίου ὑπὲρ γενήματος τετάρτης ἰνδικτίονος κωμητῶν Καρανίδος εἰς πλοῖονΠεργαμίου ὑπὸ Παῦλον σίτου καθαροῦ ἀρτάβας ὀκτὼ τρίτον δωδέκατον, η γ ιβ μόνας. κ ὁμοίως εἰς πλοῖον Αὐσωνίου πρίγγιπος σίτου καθαροῦ ἀρτάβας πέντε δίμοιρον, ἀρτάβας ε 𐅷 μόνας. Πετρώνιος σεσημείωμαι.

---

Documentary Papyri, P.Col. 7. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.col;7.
