# P.Col. 7 174

Documentary Papyri, P.Col. 7, P.Col. 7 174. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-col-7/174
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-col-7/174

Νομικός. λέγομεν ὑπὲρ Σαμβαθίωνος καὶ Ἑρᾶ ἀπὸ κώμης Καρανίδος γῆν πολλὴν καὶ διάφορον οἱ συνηγορούμενοι ἀπεγράψαντο ἐν τοῖς γεγενημένοις κήνσοις ἐν τῇ ἐνορίᾳ τῆς κώμης Καρανίδος τοῦ Ἀρσινοίτου, Σαμβαθίων μὲν βασιλικῆς ἀρούρας ἐνενήκοντα καὶ ἰδιωτικῆς δέκα , ὁ δὲ Ἑρᾶς βασιλικῆς ἐνενήκοντα . ἀλλὰ τοῦ ὑδρεύματος καταπεσόντος καὶ οὐκέτι τῶν γῶν ἀρδευομένων, συμβέβηκεν αὐτὰς ἀσπόρους ἀπομεῖναι καὶ πλείστην ὅσην ζημίαν ἐπενεγκεῖν τοῖς βοηθουμένοις. οὐκ ἀντεχόντων τοίνυν αὐτῶν περὶ τοῦτο τὸ μέρος, μείζονα ἐπήρειαν προσάγουσιν οἱ πρακτῆρες. Ἀλεξάνδρου γὰρ καὶ Ἡρακλᾶ οὗ κληρονόμοι ἑστήκασιν ἀπογραψαμένων πλείστην ὅσην γῆν ἐν τῷ πεδίῳ ἐκείνῳ καὶ ταύτης ἤδη γεωργουμένης ὑπό τινων ὁμοκωμητῶν καὶ ἐκείνων ἐν ἀναχωρήσει γεγενημένων, οἱ πρακτῆρες οὐ δέον ἐπιβαίνουσιν τούτοις καὶ ἀναγκάζουσιν μήτε δεσπότας ὄντας μήτε ἀπογραψαμένους μήτε κατέχοντας τὰς συντελείας πληροῦν, δέον παρʼ ἐκείνων τῶν ἀπογραψαμένων καὶ δεσποτῶν καὶ ταῦτα συνεστηκότων, οἱ δὲ ἐπὶ τοὺς ἀγροίκους καὶ ἀπράγμονας διαβεβήκασιν. δεόμεθα τοῦ μεγαλείου τούτου, ἐπειδὴ ἔχομεν καὶ τοὺς κήνσους ἔνθα ἐλέγχονται αἱ γαῖ οὐκ ἑτέρῳ τινὶ διαφέρειν ἢ Ἡρακλᾷ καὶ Ἀλεξάνδρῳ, ἐπαναγκασθῆναι αὐτοὺς ἐπὶ τῆς πόλεως ὄντας τὰς συντελείας τῶν γῶν ἐπιγιγνώσκειν, τὸ δὲ ἀνενόχλητον ἔχειν τοὺς βοηθουμένους, ἐπειδὴ πολλὰ ἐπὶ τῶν τόπων ἐκεῖνοι δυνάμενοι καὶ βίαιοι ὄντες τοῖς ἀγροίκοις προστρίβουσιν τὰς ἑαυτῶν συντελείας. οἱ βοηθούμενοι Σανβαθίων καὶ Ἑρᾶς ἀπὸ κώμης Καρανίδος ἀντίδικοι Ἀλέξανδρος καὶ κληρονόμοι Ἡρακλᾶ ἀπεγράψαντο ἐν τοῖς κήνσοις Σανβαθίων βασιλικῆς ἀρούρας ϙ ἰδιωτικῆς ἀρούρας ι Ἑρᾶς δὲ βασιλικῆς ἀρούρας ϙ ἀλλὰ τοῦ ὑδρεύματος καταπεσόντος καὶ τῶν γῶν ἐν χερσείᾳ γεγονυιῶν οἱ πρακτῆρες ἐβιάσαντο οὐ μόνον ὑπὲρ αὐτῶν ἀλλὰ καὶ ὑπὲρ Ἀλεξάνδρου προφάσει πρὸ πολλοῦ χρόνου γεγεωργηκότων ἐκείνου γῆς … φυγῇ κέχρηνται ἀλλʼ ἀδύνοντο ἀπελθεῖν αὐτῶν πάλιν βιαζομένων ἐκείνους γεωργεῖν καὶ τούτους βιάζονται. δεόμεθα ἐπειδὴ πρόεισιν ἀπογραφαὶ οἵ τε δεσπόται ἑστήκασιν προστάξαι προνοίᾳ ε…ρυν…σθαι αὐτοὺς καὶ ἐπαναγκάσθαι τοὺς γεωργοὺς τὴν ἀπαίτησιν ποιήσασθαι. ε…ιλλεν οἱ βοηθούμενοι παρα…ε ἡμῶν τὰ πρόσωπα οἱ γεωργοί Ὀρσενοῦφις ιϛ Σουείς κ Ἀσκλᾶς ε Ἡρᾶς ε Πανοῦφις β Κάστωρ δ 𐅵 Ἥρων β 𐅵 ἐγεώργουν γ καὶ β ὑπὲρ Σαμβαθίωνος ἀπὸ κώμης Καρανίδος Ὡρείων ῥήτωρ

---

Documentary Papyri, P.Col. 7. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.col;7.
