# P.Col. 7 188.1-17

Documentary Papyri, P.Col. 7, 188.1 to 188.17. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-col-7/188.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-col-7/188.1

ὑπατείας τῶν δεσποτῶν ἡμῶν Κωνσταντίνου Σεβαστοῦ τὸ ϛ καὶ Κωνσταντίνου τοῦ ἐπιφανεστάτου Καίσαρος τὸ α Φαμενὼθ ιη. Οὐαλέριος Ἀειῶν ἑκατόνταρχος οὐιξιλατίωνος ἱππέων προμώτων λεγίωνος β Τραιανῆς τῶν ὑπὸ Δηκέντιον πραιπόσιτον διακειμένων ὑπὸ ἐν κώμῃ Ἀσφύνει τοῦ Λατοπολείτου νομοῦ Αὐρηλίοις Ἡρᾶτι καὶ Ἀβουθίῳ καὶ Ἁτρῆτι καὶ Θαῆσι καὶ Ἡρωίτι τοῖς πέντε ἀδελφοῖς μου τῶν αὐτῶν γονέων ἐκ πατρὸς Ἀττιτίου μητρὸς Τιμαρέτης ἀπὸ κώμης …ικου τοῦ Ἀρσινοίτου νομοῦ ὑπὲρ μερῶν πέντε καὶ Αὐρηλίαις Σενπαχούμει Βήκιος Λαμηειος πρεσβυτέρου μητρὸς Τᾶ νεωτέρας γυναικί μου καὶ …αῆρι θυγατρί μου μητρὸς τῆς προκειμένης Σενπαχούμιος ταῖς δυσὶ ὑπὲρ μερῶν δύο ἀπὸ τῆς αὐτῆς καὶ προκειμένης κώμης Ἀσφύνεως τοῦ αὐτοῦ Λατοπολείτου νομοῦ εἰσσυνπιπροκ…ς ἑπτὰ νοῶν καὶ φρονῶν καὶ ἐπακολουθούντων οἷς λέγω δὴ καὶ φ…ασων …ειμι ζῆν καὶ ὑγιαίνειν ἔχω τὴν δεσποτείαν τῶν ὑπογεγραμμένων μου πραγμάτων, εἰ δὲ ἀνθρώπινον τί μοι συνβαίη ἐν τῇ καταλαβούσῃ με δεινοτάτῃ νόσῳ ὑμᾶς τοὺς προκειμένους ἑπτὰ κληρονόμους κληρονομεῖν πάντα τὰ καταλειφθησόμενα ὑπʼ ἐμοῦ … εἴδη ἐνδομενικά. ἔστι δὲ τὸ κατʼ εἶδος· ἐν μὲν χρυσῷ· χρυσοῦ ὁλόκοττινοι οἱ μὲν ἐν ἀποθέτῳ δύο καὶ παρὰ Σκεύακι διὰ χειρογράφου δύο καὶ παρὰ Κεφάλωνι ὁμοίως διὰ χειρογράφου δύο καὶ παρὰ Ἀμμωνίῳ βιάρχῳ ἓν καὶ παρὰ Πμουεῖτι Ἱέρακος ἁλιεῦτι διὰ χειρογράφου ἓν γίνονται οἱ προκείμενοι ὁλοκόττινοι η κ… νενων…ο…ν α κοβαθρον ἡμουλίτρινον α ἀργυρίου τάλαντα ἑκατὸν ἐνενήκοντα ἐννέα ἥμισυ ἐν ἀποθέτῳ … παρὰ Σκεύακι τάλαντα τέσσερα … καὶ παρὰ Ἰσιδώρῳ Τιθοῆτος διὰ χειρογράφου κεφαλαίου τάλαντα τέσσερα καὶ παρὰ Παχοῦμι Ἀρσάκου ὁμοίως διὰ χειρογράφου κεφαλαίου τάλαντα …αιως ὁμοίως διὰ χειρογράφου κεφαλαίου τάλαντα δεκαοκτὼ καὶ παρὰ Πλῆνι ποιμένει ἀπὸ Λεμαίως διὰ χειρογράφου κεφαλαίου τάλαντα … ἑπτὰ ἥμισυ … καὶ παρὰ Πετεροτμούθῃ ἀπὸ Λεμαίως διὰ χειρογράφου κεφαλαίου τάλαντα ἑπτὰ ἥμισυ καὶ παρὰ τῷ αὐτῷ Πετεροτμούθῃ κεφαλαίου τάλαντα …φίου ἀργυρίου κεφαλαίου τάλαντα πέντε καὶ παρὰ Παντβεῦτι Ἠλία ἑκατοντάρχῳ … διὰ χειρογράφου ἀργυρίου τάλαντα τέσσερα … ς διὰ χειρογράφου κεφαλαίου τάλαντα δύο καὶ παρὰ Πεειαῦνε Παοῦτος διὰ χειρογράφου ἀπὸ ταλάντων γ ἀφʼ ὧν ἔσχον παρʼ αὐτοῦ τάλαντον ἓν λοιπὰ τάλαντα δύο … ἀργυρίου κεφαλαίου τάλαντα τρία τῆς ἀποδόσεως ἐν φοινικίων π γίνονται ἀργυρίου τὰ προκείμενα τάλαντα ρϙθ 𐅵 ἱππο… γ μοσχίον πυ…ν α ὅπλον α κοντὸς α ἀλαβαντικὸν α θωράκιον α πελύκιον α ἱμάτιον α ἄλλο πέλυκιον … α σάκκοι τριχίνοι β θαλλίον ὁμοίως τρίχινον α δισάκκιον μικὸν τρίχινον α

---

Documentary Papyri, P.Col. 7. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.col;7.
