# P.Col. 8 244

Documentary Papyri, P.Col. 8, P.Col. 8 244. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-col-8/244
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-col-8/244

… καὶ αὐτὰ πάντα διπλᾶ πρὸς τὸ καὶ μετὰ τὴν τούτων πάντων καταβολὴν πάλιν ἰσχυρὰν καὶ ἀσάλευτον εἶναι τήνδε τὴν καταγραφὴν ἁπλῆν γραφεῖσαν καὶ ὑπέθετο ὁ πεπρακὼς Φοιβάμμων τῷ πριαμένῳ Παύλῳ εἰς ἅπαντα τὰ προγεγραμμένα ἅπαντα ἑαυτοῦ τὰ ὑπάρχοντα καὶ ὑπάρξοντα ἰδικῶς καὶ γενικῶς ἐνεχύρου λόγῳ καὶ ὑποθήκης δικαίῳ καθάπερ ἐκ δίκης καὶ ἐπὶ τούτοις ἐπερωτηθεὶς ὁ ἀποδόμενος Φοιβάμμων ὑπὸ τοῦ πριαμένου Παύλου εἰς ἕκαστον τῶν προγεγραμμένων κατὰ πρόσωπον ὡμολόγησα. Αὐρήλιος Φοιβάμμον υἱὸς Ποῦσι μητρὸς Κυρᾶς ὁ προκίμενος πέπρακα τὰς ὑπαρχούσας μου ἐν πεδίῳ κώμης Ψυνήρεως ἐν τόπῳ κλήρου καλουμένου Πιᾶ Ἀντρίου ἀρούρας τέσσαρας πλέων ἐλάττων καὶ ἐπληρώθην τὴν ὑπὲρ αὐτῶν τιμὴν χρυσίου νομισμάτια εἴκοσι τέσσαρα πλήρη δοθέντα μοιεἰς χεῖρας ἐπὶ παρουσίᾳ τῶν ἑξῆς ὑπογραφόντων μαρτύρων καὶ ἀναγνοὺς καὶ ὑπογράψας χειρὶ ἐμῇ ἀπέλυσα Φλάουιος Ἄπα Ὃλ υἱὸς Νείλου ἀπὸ τῆς Ἀρσινοετῶν πόλεως μαρτυρῶ τῇδε τῇ πράσει, παρήμην δὲ καὶ τῇ δόσει τοῦ χρυσίου ὡς πρόκειται. Φοιβάμμων ἀναγνωστὴς ἁγίας καθολικῆς ἐκκλησίας τῆς Ἀρσινοειτῶν πόλεως υἱὸς τοῦ τῆς εὐλαβοῦς μνήμης Ποῦσι μαρτυρῶ τῇδε τῇ πράσει, παρήμην δὲ καὶ τῇ δόσει τοῦ χρυσίου ὡς πρόκειται. Αὐρήλιος Ἀμμώνιος υἱὸς Ἀβρααμίου τελωνάρχης ἀπὸ τῆς Ἀρσινοειτῶν πόλεως μαρτυρῶ τῇδε τῇ πράσει, παρήμην δὲ καὶ τῇ δόσει τοῦ χρυσίου ὡς πρόκειται. Αὐρήλιος Φοιβάμμον υἱὸς τοῦ μακαρίου Μηνᾶ πρεσβυτέρου ἀπὸ τῆς Ἀρσινοειτῶν πόλεως μαρτυρῶ τῇδε τῇ πράσει καὶ τῇ δόσει τοῦ χρυσίου ὡς πρόκιται. Λεόντιος διάκονος τῆς καθολικῆς ἐκκλησίας τῆς Ἀρσινοιτῶν πόλεως υἱὸς Πέτρου μαρτυρῶ τῇδε τῇ πράσει, παρήμην δὲ καὶ τῇ δόσει τοῦ χρυσίου τῆς τιμῆς ὡς πρόκιται. δι εμυ απα ολ επιφανιυ διʼ ἐμοῦ Ἄπα Ὅλ

---

Documentary Papyri, P.Col. 8. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.col;8.
