# P.Col. Zen. 3 6

Documentary Papyri, P.Col. Zen. 3, P.Col. Zen. 1 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-col-zen-3/6
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-col-zen-3/6

Σιμάλη Ἡροφάντου μητὴρ Ζήνωνι χαίρειν. ἀκούσασα ἠνωχλῆσθαί μου τὸ παιδάριον καὶ σφοδρότερον, παρεγενόμην πρὸς ὑμᾶς καὶ ἐλθοῦσα ἤθελον ἐντυχεῖν σοι ὑπὲρ τῶν αὐτῶν τούτων. ἐπεὶ δέ με Ὀλυμπιχὸς ἐκώλυσεν τοῦ μὴ ἰδεῖν σε, εἰσεκομίσθην πρὸς τὸ παιδίον ὥς ποτʼ ἠδυνάμην, καὶ εὗρον αὐτὸν καὶ μάλʼ ἀγελοίως διακείμενον καὶ ἤδη ἱκανόν μοι ἦν ὁρῶσαν ἐκεῖνον λυπεῖσθαι. ἀλλʼ ἐπιπαραγενόμενος Ὀλυμπιχὸς ἔφη αὐτὸν τύπτων σαπρὸν ποιήσειν ἢ πεποίηκεν ὃς ἤδη σχεδὸν ἦν εὐπρεπής δέομαι οὖν σου καὶ ἱκετεύω ἐπιστροφὴν ποιήσασθαι περὶ τούτων καὶ ἀναγγεῖλαι Ἀπολλωνίωι ὅν τινα τρόπον μου ὑβριζόμενον τὸ παιδίον διατετέλεκεν ὑπʼ Ὀλυμπιχοῦ ὡς καὶ τῆς νόσου τοῦτον μεταίτιον γεγενῆσθαι. ἐγὼ γὰρ πρὸς τῶι μηδʼ εἰληφέναι μηθὲν ἐνιαυτοῦ ἤδη ἀλλʼ ἢ τὴν μνᾶν καὶ τρεῖς ἀρτάβας σίτου τοῦ Δύστρου μηνὸς οὗ εἰσπορεύεται Ἡρόφαντος πρὸς ὑμᾶς. τὴν μὲν οὖν Ἀπολλωνίου εὔνοιαν καὶ τὴν σὴν ἀναγγέλλει μοι αὐτὸ τὸ παιδάριον ἣν ἔχοντες διατελεῖτε εἰς αὐτόν. ἀξιῶ οὖν σε ἅμα δὲ καὶ δέομαι εἴ τι συντελεῖν τέταχε Ἀπολλώνιος αὐτῶι ὀψώνιον ἀποδοθῆναί μοι. γίνωσκε δέ, ὡς ἂν τάχιστα αὐτὸν ὁ θεὸς ἀφῇ, καταστήσω αὐτὸν πρὸς ὑμᾶς ἵνα καί σε ἴδω ὑπὲρ τῶν λοιπῶν. τὰ δὲ λοιπὰ πυνθάνου τοῦ φέροντός σοι τὰ γράμματα. οὐ γὰρ ἀλλότριος ἡμῖν ἐστιν. εὐτύχει. Σιμάλης τῆς Ἡροφάντου μητρός. ἔτους κη Περιτίου ϛ. ἐν τῶι Βερενίκης Ὅρμωι. Ζήνωνι

---

Documentary Papyri, P.Col. Zen. 3. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.col;3.
