# P.Col. Zen. 4 83

Documentary Papyri, P.Col. Zen. 4, P.Col. Zen. 2 83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-col-zen-4/83
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-col-zen-4/83

βασιλεῖ Πτολεμαίωι χαίρειν Ἀντίπατρος τῶν ἐκ Φιλαδελφείας. ἀδικοῦμαι ὑπὸ Νίκωνος. δανείσας γάρ μου τῆι γυναικὶ Σίμωι ἀργυρίου δραχμὰς ο, τόκου ὡς τὴν μνᾶν τὸν μῆνα ἕκαστον δραχμῶν ἕξ , καὶ κεφαλαιώσας σὺν τῶι ἀρχαίωι συνεγράψατο συγγραφὴν δανείου πρὸς αὐτὴν δραχμῶν ριε ἐφʼ ἧς ἐπεγράφην ἔγγυος ἐγώ. ἀπελθόντος δέ μου ἐκ Φιλαδελφείας διὰ τὸ συκοφαντεῖσθαι ὑπὸ Ἀρτεμιδώρου τοῦ παρʼ Ἀπολλωνίου τοῦ διοικητοῦ καὶ ἀνοίξαντος καπηλεῖον ἐν Ἑρμοῦ πόλει τῆι ἄνω, Νίκων ἔγραψεν ἐπιστολὴν εἰς Φιλαδέλφειαν πρὸς Μενέστρατόν τινα ἡμέτερον οἰκέτην ἐν ἧι καὶ γράφει ὅρκον βασιλικὸν συνγράψεσθαι πρὸς ἡμᾶς τοῦ ἀρχαίου αὐτοῦ τῶν ο δραχμῶν. τοῦ δὲ Μενεστράτου μοι γράψαντος εἰς Ἑρμοῦ πόλιν παραγενέσθαι καὶ ἐμοῦ καταπλεύσαντος εἰς Φιλαδέλφειαν, Νίκων ἀναπλεύσας εἰς Ἑρμοῦ πόλιν τὴν γυναῖκά μου ἔφη παραδώσειν τῶι πράκτορι πρὸς τὸ δάνειον ἐὰν μὴ ἑκοῦσα ἀκολούθηι αὐτῶι. εὐλαβηθείσης δὲ τῆς Σίμου καὶ συνκαταπλευσάσης τῶι Νίκωνι μετὰ τοῦ παιδίου ἀγαγὼν αὐτοὺς εἰς Ἡρακλέους πόλιν κατέκλεισεν παρά τισιν χωρὶς ἑκάτερον. ἡ μὲν οὖν Σῖμον λαθοῦσα ἀπῆλθεν. τὸ δὲ παιδίον ἔτι καὶ νῦν ἔχει συνκεκλεικὼς καὶ ἀξιούντων ἡμῶν ἀποδοῦναι ὅτε μὲν ὁμολογεῖ ἔχειν πρὸς τὸ δάνειον ἠνεχυρακώς, ὅτε δὲ ἀρνεῖται. δέομαι οὖν σου, βασιλεῦ, ἀποσταλῆναι μου τὴν ἔντευξιν ἐπὶ χρηματιστὰς καὶ ἐὰν ἐνδείξωμαι ἀληθῆ ὄντα τὰ διὰ τῆς ἐντεύξεως τυχεῖν Νίκωνα τῆς προσηκούσης τιμωρίας περί τε τῶν τόκων ὧν συνγέγραπται παρὰ τὸ διάγραμμα καὶ ὅτι τὸν ἐλεύθερον εἴρξας ἔχει διʼ αὐτοῦ, ἐμοὶ δὲ ἀποδοθῆναι τὸ παιδίον, ἵνα ἐπὶ σέ, βασιλεῦ, καταφυγὼν τοῦ δικαίου τύχω. εὐτύχει.

---

Documentary Papyri, P.Col. Zen. 4. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.col;4.
