# P.Coll.Youtie 1 16

Documentary Papyri, P.Coll.Youtie 1, P.Coll.Youtie 1 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-coll-youtie-1/16
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-coll-youtie-1/16

Πτολεμαίωι συγγενεῖ καὶ στρατηγῶι παρὰ Πετερμούθιος τοῦ Πετεήσιος μαχίμου ἑπταρούρου τῶν διὰ Χομήνιος, ὄντος δὲ καὶ ἠπητοῦ ἀναπήρου, τῶν ἐκ Τεβτύνεως τῆς Πολέμωνος μερίδος, καταγινομένου δʼ ἐν Ὀξυρύγχοις τῆς αὐτῆς μερίδος. τῆι α τῶν ἐπαγομένων τοῦ Μεσορὴ τοῦ η ἔτους Διονυσίου τοῦ τῆς μερίδος ἀρχιφυλακίτου παραγενηθέντος εἰς τὴν κώμην Δημητρίωι καὶ σὺν καὶ ἐπελθὼν ἐπὶ τὸ ἐργαστήριόν μου καὶ Ἀπολλωνίωι εἰσαγγελεῖ καὶ Τεῶτι καὶ Νεκθενίβει καὶ ἄλλοις ἐφόδοις ἐπιλαβόμενός μου ἤγαγάν με διὰ τῆς κώμης μετὰ τοῦ παντὸς σκυλμοῦ καὶ ὕβρεως καὶ πληγῶν μέχρι μέσης τῆς ὁδοῦ τῆς πόλεως καὶ οὐ πρότερον ἀπέλυσάν με πρὶν διέσεισάν με ἀργυρίου δραχμὰς δ καὶ χαλκοῦ δραχμὰς Ατ, καὶ συνηνάγκασαν Πνεφερῶν Ὥρου ἕτερον μάχιμον θέσθαι ὑπὲρ ἐμοῦ αὐτῶι εἰς Ἄρειον τὸν τῆς μερίδος ἐπισπουδαστὴν πιττάκιον ἐπὶ τράπεζαν ἀργυρίου δραχμῶν μδ, καὶ αὐτὸν δὲ τὸν Ἄρειον προσεγδέξασθαι αὐτῶι τὰς προκειμένας προσ ἀργυρίου δραχμὰς μδ, κατεγνωκὼς ἐπὶ τῶι ἀπενεγκάμενοι ἃ εἶχον ἐγδόσιμα ἱμάτια ἀβοήθητόν με εἶναι καὶ ἀνάπηρον, ἀξιῶ μὴ ὑπεριδεῖν με ἀλλʼ, ἐὰν φαίνηται μὴ παροραθῆναι, συντάξαι συμπέμψαι …ε … τούτου δὲ γενομένου ἔσομαι διὰ σὲ βεβοηθημένος. ἔτους η Μεσορὴ ἐπαγομένων α. εὐτύχει.

---

Documentary Papyri, P.Coll.Youtie 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.coll.youtie;1.
