# P.Coll.Youtie 1 19

Documentary Papyri, P.Coll.Youtie 1, P.Coll.Youtie 1 19. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-coll-youtie-1/19
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-coll-youtie-1/19

ἀντίγραφον παραχωρήσεως. ἔτους δ Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος, μηνὸς Μεχεὶρ ιδ, ἐν Πτολεμαίδι Εὐεργέτιδι τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογεῖ Φιλόξενα η…αφαβ… ὡς ἐτῶν εἴκοσιν ὑποκεχυμένη τὰς ὄψεις καὶ φακὸς ῥώθωνι ἐκ δεξιῶν καὶ οὐλὴ ὀφρύι … μετὰ κυρίου τοῦ αὐτῆς ἀδελφοῦ Μάρωνος ὃς τετελεύτηκεν υἱοῦ α…ονου τοῦ … ὡς ἐτῶν … … εὐθύρινος οὐλὴ πήχει ἀριστερῶι ὑπτίωι, τῆι ἑαυτῆς Φιλοξένας ἀδελφῆι Εὐδαιμονίδι ὡς ἐτῶν κβ μέσηι μελίχρωι μακροπροσώπωι εὐθύρινι λευκὸν ὀφθαλμοῦ δεξιοῦ … μετὰ κυρίου … ὡς ἐτῶν … οὐλὴ μετώπωι ἐκ δεξιῶν, παρακεχωρηκέναι τὴν Φιλόξεναν τῆι Εὐδαιμονίδι … εἰς μετεπιγραφὴν ἀπὸ τῆς προγεγραμμένης ἡμέρας ἐπὶ τὸν ἅπαντα χρόνον τὸν ὑπάρχοντα αὐτῆι περὶ κώμην … … κλῆρον κατοικικὸν ἀρουρῶν μ ἢ ὅσων ἐὰν ἦι καὶ τὰ συνκύροντα πάντα σὺν τοῖς τοῦ δ ἔτους Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος ἐκφορίοις, πρὸς αἷς ἐστιν ἐπιβολῆς κώμης ἄρουρα α δ, ὧν γείτονες νότου ὁ … κλῆρος καὶ ἐπί τι μέρος πρότερον Μαικηνοῦ καὶ Πωλλίωνος, νυνὶ δὲ … βορρᾶ … … λιβὸς ὁ τῶν τέκνων Εὐάνδρου ἐλαιὼν ἀνὰ μέσον οὔσης τῆς διώρυγος διʼ ἧς ποτίζεται καὶ ἐκχεῖται ὁ κλῆρος, ἀπηλιώτου ὁ πρότερον …οττιου κλῆρος, νυνὶ δὲ Ἀλκίμου τοῦ Ἀλκίμου ἐλαιών, καὶ ἐπιτετελεκέναι τὴν αὐτὴν Φιλόξεναν τὰς διὰ τοῦ κατοικικοῦ λογιστηρίου καθηκούσας οἰκονομίας, καὶ ἀπέχειν τὴν Φιλόξεναν παρὰ τῆς Εὐδαιμονίδος τὸ ἀργυρικὸν παραχωρητικὸν πᾶν κεφάλαιον ἐκ πλήρους διά τε χειρὸς καὶ διὰ τῆς πρὸς τῶι Βουβαστείωι … τραπέζης, καὶ βεβαιώσειν αὐτὴν Φιλόξεναν καὶ τοὺς παρʼ αὐτῆς τῆι Εὐδαιμονίδι καὶ τοῖς παρʼ αὐτῆς τὸν αὐτὸν κλῆρον πάσηι βεβαιώσει ἀπὸ μὲν δημοσίων τελεσμάτων πάντων σιτικῶν τε καὶ ἀργυρικῶν καὶ ἐπιγραφῶν πασῶν καὶ παντὸς εἴδους ἐκ τῶν ἔμπροσθεν χρόνων μέχρι τοῦ γ ἔτους καὶ αὐτοῦ τοῦ γ ἔτους Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος ἀπὸ δὲ ἰδιωτικῶν καὶ πάσης ἐμποιήσεως ἐπὶ τὸν ἅπαντα χρόνον, τὴν δὲ Εὐδαιμονίδα μετρήσειν εἰς τὸ δημόσιον … τὰ ὑπὲρ τῆς ἐπιβολῆς κώμης ἀρούρης α δ καθήκοντα, καὶ παρέξεσθαι τὴν Φιλόξεναν τὸν κατοικικὸν κλῆρον διὰ παντὸς … καὶ μηδένα ἐμποιούμενον αὐτοῦ μηδὲ μέρους μηδὲ τῶν ἐξ αὐτοῦ ἐσομένων καὶ μηδένα κωλύοντα Εὐδαιμονίδα μηδὲ τοὺς παρʼ αὐτῆς κυριεύοντας τῶν παρακεχωρημένων ἀρουρῶν καὶ τοῖς ποτισμοῖς καὶ ταῖς ἐκχύσεσι χρωμένους ὡς ἔτι ἄνωθεν εἴθισται, καὶ τὰ ἐξ αὐτῶν ἐσόμενα ἀποφερομένους εἰς τὸ ἴδιον καὶ … ὡς βούλονται ἀπαραποδίστως, διοικοῦντας ὑποτιθομένους παραχωροῦντας ἑτέροις … περὶ αὐτῶν ὡς ἐὰν αἱρῶνται ἀνεμποδίστως. ἐὰν δὲ μὴ βεβαιοῖ ἡ Φιλόξενα ἢ μὴ παρέχηται, ἣν ἐὰν ποιήσηται Φιλόξενα ἢ ἄλλος ὑπὲρ αὐτῆς περὶ τούτων ἔφοδον ἢ ἔνκλησιν ἢ ἐμποίησιν ἢ κώλυσιν ἢ διαμφισβήτησιν ἢ κακοτέχνησιν ἄκυρον εἶναι καὶ προσαποτίσειν τὴν Φιλόξεναν τῆι Εὐδαιμονίδι παραχρῆμα τά τε βλάβη καὶ δαπανήματα διπλᾶ καὶ … μεθʼ ἡμιολίας καὶ ἐπίτιμον ἀργυρίου δραχμὰς Γ καὶ εἰς τὸ δημόσιον τὰς ἴσας, καὶ μηδὲν ἧσσον ἡ συνγραφὴ κυρία ἔστω ἐπὶ τὸν ἅπαντα χρόνον. ἀντίγραφον χαραγμοῦ, Ἡρακλείδης Ἡρακλείδου κεχρημάτικα ἔτους δ Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος, Μεχεὶρ ιδ

---

Documentary Papyri, P.Coll.Youtie 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.coll.youtie;1.
