# P.Coll.Youtie 1 24

Documentary Papyri, P.Coll.Youtie 1, P.Coll.Youtie 1 24. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-coll-youtie-1/24
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-coll-youtie-1/24

… Ἀπολλωνίδηι στρατηγῷ Ἀρσινοίτου Πολέμωνος μερίδος παρὰ Ἀρείου τοῦ καὶ … Ἀπίωνος ἀπὸ Λινυφείων. πρὸς … σοι ἐντυχίαν ὑπὸ Ταμύσθας … γενομένης γυναικὸς τοῦ τετελευτηκότος μου ἀδελφοῦ Ἑρμοῦς τοῦ Ἀπίωνος ὡς ὀφειλομένης αὐτῇ προικὸς ἐν χρυσίοις ὑπʼ αὐτοῦ καὶ τούτων ἀνακεκομισμένων παρὰ μεσίτου κυρίου μου ἐπιγραφέντος τῆς Ταμύσθας προσφωνῶ τὰ μὲν χρυσία τῇ Ταμύσθᾳ ἀποδεδωκέναι διὰ χειρὸς παρούσης Θαίδος μεσίτιδος, ἠναγκάσθαι δὲ ἐπιγούσης κατασπορᾶς τοῦ ε ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου ὑπὸ Θρᾳκίδου κατασπορέως γεωργῆσαι τὸν Ἑρμοῦς κλῆρον ἀρουρῆς α 𐅵 περὶ Τεβτῦνιν πρὸς διόρθωσιν τῶν δημοσίων εἰς ἣν δεδαπανηκέναι τῷ αὐτῷ ε ἔτει ἐπικοπῆς καλωλακάνθης ἐργάταις ε δραχμὰς ε ὑποσχισμοῦ πρώτου ταυρικῶν κτηνῶν ἐργάταις ε δραχμὰς ε χωματισμοῦ καὶ λιμνασμοῦ ἐργάταις β δραχμ … κατασπορᾶς σπειρόντων βοικῶν ζευγῶν γ ἐργάταις γ δραχμ … βωλοκοποῦσι ἐργάταις γ δραχμὰς γ κριθῆς εἰς σπορὰν ἀρτάβας β βοτανισμοῦ ἐργάταις ζ δραχμὰς δ ποτισμοῦ εἰς φύλλον ἐργάτῃ α δραχμὴν α ἡμιωβέλιον σοβοῦντι τὰς ἴβεις ἐργάτῃ α δραχμὰς δ θερισμοῦ ἐργάταις ιδ δραχμὰς κ …πο δραγματ γ ἐργάτῃ α δραχμὴν α … κριθῆς … ἐργάτῃ α δραχμ … ἀνα… θησαυρ … μεπα… ἐξ ὧν … νης ε… ἐξ ὧν … ἀρταβῶν … ναυβι … λδ… αἱ περὶ … ὀφείλει μοι … κολχι… δι τὰ ν… ἀποδοῦναί μοι τ… ἔτους ϛ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ …

---

Documentary Papyri, P.Coll.Youtie 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.coll.youtie;1.
