# P.Coll.Youtie 1 26

Documentary Papyri, P.Coll.Youtie 1, P.Coll.Youtie 1 26. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-coll-youtie-1/26
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-coll-youtie-1/26

Παντωνύμῳ στρατηγῷ Ἀπολλωνοπολίτου ἑπτακωμίας παρὰ τῶν ὑπογεγραμμένων γεωργῶν· ἐπιπροσδεόμεθα σπέρματα δάνεια ἀπὸ γενήματος ιθ ἔτους εἰς κατασπορὰν τοῦ ἐνεστῶτος κ ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου εἰς ἣν γεωργοῦμεν βασιλικὴν γῆν οὐκ ἔλασσον β ἀρταβῶν περὶ γραμματείαν μητροπόλεως· ἔστι δὲ τὰ ὀνόματα· υἱοὶ Πετεήσιος Παχούμιος Πετεήσιος πρεσβυτέρου καὶ Ψενπαχούμιος Ψεννήσιος Παχούμιος ἀνὰ γ ιβ ἀρούρης δ πυροῦ ἀρτάβης δ. Κολλοῦθος Παχούμιος Πετεήσιος διὰ τῶν υἱῶν ἀνὰ γ ιβ ἀρούρης δ ξδ πυροῦ ἀρτάβης δ μη. Ψεαθῦρις Πετεήσιος πρεσβυτέρου Παχούμιος διὰ τῶν κληρονόμων ἀνὰ γ ιβ ἀρούρης 𐅵 η ξδ πυροῦ ἀρτάβης 𐅵 η μη. Ψενανου Παχούμιος Πα… καὶ υἱοὶ Φατρῆτος ἀδελφοῦ ἀνὰ γ ιβ ἀρούρης 𐅵 πυροῦ ἀρτάβης 𐅵. υἱοὶ Ἀλιταίου Πετεήσιος ἀνὰ γ ιβ ἀρούρης 𐅵 η πυροῦ ἀρτάβης 𐅵 η. Φατρῆς καὶ Ὀννώφριος υἱοὶ Παχούμιος Παχομβήκιος ἀνὰ γ ιβ ἀρούρης 𐅵 η πυροῦ ἀρτάβης 𐅵 η. υἱοὶ Σαραπᾶτος Ἡρακλῶνος ἀνὰ γ ιβ ἀρούρης δ πυροῦ ἀρτάβης δ. Παχοῦμις ὁ καὶ Ὀρσενοῦφις Ψεαθύριος ἀνὰ β ιβ ἀρούρης 𐅵 πυροῦ ἀρτάβης 𐅵. Σενπῖχις Πετοσίριος τοῦ καὶ Ψενμου ἀνὰ γ ιβ ἀρούρης δ πυροῦ ἀρτάβης δ. υἱοὶ Ὀννω Σισόιτος ἀνὰ γ ιβ ἀρούρης η λβ πυροῦ ἀρτάβης η κδ. Πετεῆσις Παχο… νεώτερος καὶ Πετεησιπῶς ἀδελφὸς ἀνὰ γ ιβ ἀρούρης δ ιϛ ξδ πυροῦ ἀρτάβης γ ιβ μη. γίνονται ἐπὶ…τὸ αὐτὸ ἄρουραι ε ξδ πυροῦ ἀρτάβαι ε μη ἐφʼ ᾧ τὰς ἴσας μετρήσομεν ἐκ νέων γενημάτων ἅμα τοῖς τῆς γῆς ἐκφορίοις σὺν τοῖς προσπαραγραφησομένοις πᾶσι.

---

Documentary Papyri, P.Coll.Youtie 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.coll.youtie;1.
