# P.Coll.Youtie 1 27

Documentary Papyri, P.Coll.Youtie 1, P.Coll.Youtie 1 27. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-coll-youtie-1/27
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-coll-youtie-1/27

Ὀνησίμῳ τῷ καὶ Ἡρακλείδῃ υἱῷ Πτολέμου ἀρχιερατεύσαντος παρὰ Κρονίωνος Διδᾶ τοῦ Διοσκόρου ἀπὸ ἀμφόδου Συριακῆς καὶ Πετεσούχου Πετεσούχου τοῦ Πετοσίρεως τῶν δύο . βουλόμεθα μισθώσασθαι παρὰ σοῦ ἐξ ἀλληλενγύης εἰς ἔτη ἓξ ἀπὸ τοῦ εἰσιόντος ἕκτου ἔτους Ἀντωνίνου καὶ Οὐήρου τῶν κυρίων Σεβαστῶν περὶ κώμην Τεπτῦνιν ἐν τῷ λεγομένῳ δρυμῷ πρὸς τῇ οὔσῃ κατακλύστῳ κλήρου ἀρούρας τρεῖς τὸ μὲν πρῶτον καὶ τρίτον καὶ πέμπτον ἔτος εἰς σπορὰν κριθῆς ἐκφορίου σὺν αἷς ληψόμεθα σπερμάτων κριθῆς ἀρτάβαις δυσὶ τοῦ παντὸς κατʼ ἔτος κριθῆς ἀρταβῶν τριάκοντα μέτρῳ Διδύμης τὸ δὲ δεύτερον καὶ τέταρτον καὶ ἕκτον ἔτος εἰς σπορὰν ὧν ἐὰν αἱρώμεθα πλὴν πυροῦ καὶ κριθῆς καὶ κνήκου ἐκφορίου τοῦ παντὸς κατʼ ἔτος λαχανοσπέρμου ἀρταβῶν δύο μέτρῳ ἐλαικῷ …ς καὶ θαλλῶν κατʼ ἔτος ἀλέκτορος ἑνὸς ἀξίου δραχμῶν τεσσάρων πάντων ἀνυπολόγων καὶ ἀκινδύνων καὶ ἐπιτελέσομεν τὰ κατʼ ἔτος τῶν ἀρουρῶν ἔργα πάντα ὅσα καθήκει ἐκ τοῦ ἰδίου τοῖς δέουσι καιροῖς βλάβος μηδὲν ποιοῦντες καὶ τὰ ἐκφόρια ἀποδώσομεν κατʼ ἔτος μηνὶ Παῦνι ἐφʼ ἅλῳ νέα καθαρὰ ἄδολα, τῆς μετρήσεως γινομένης διά τινος τῶν σῶν, πρὸςἡμᾶς ὄντων τῶν κατʼ ἔτος φορέτρων ἐπισπουδασμοῦ, τῆς δὲ παραγωγῆς τῶν ἐκφορίων πρός σε καὶ μετὰ τὸν χρόνον παραδώσομεν τὰς ἀρούρας καθαρὰς ἀπὸ θρύου καλάμου ἀγρώστεως δείσης πάσης πλὴν …οντος πρὸς τῇ κατακλύστῳ περιχώματος ἐὰν φαίνηται μισθῶσαι Ὀνήσιμος ὁ καὶ Ἡρακλείδης ὁ προγεγραμμένος ἔσχον τούτου τὸ ἴσον. ἔτους πέμπτου Ἀντωνείνου καὶ Οὐήρου τῶν κυρίων Σεβαστῶν Μεσορὴ β ἀναφόριον Ὀνησίμῳ ἀρουρῶν γ ἐν τῷ δρυμῷ εἰς ἔτη ϛ

---

Documentary Papyri, P.Coll.Youtie 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.coll.youtie;1.
