# P.Customs Addenda_pg1

Documentary Papyri, P.Customs, P.Customs Add. p. 1-3 no. 1124 a. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-customs/Addenda_pg1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-customs/Addenda_pg1

κε Σουῆρος ἐξάγων καμήλους γ θηλείας δύο αὐτῶν … κεχαραγμέναι μηρῷ δεξιῷ νῦ δέλτα καὶ σιαγόνι καὶ ἡ ἑτέρα πυρρὰ κεχαραγμένη μηρῷ δεξιῷ ἰῶτα καὶ σιαγόνι δεξιῷ ἧτα Στοτοῆτις ἐξάγων κάμηλον α θήλειαν λευκὴν κεχαραγμένην μηρῷ δεξιῷ ἰῶτα καὶ σιαγόνι … αμη μίαν Ἀπύγχις εἰσάγων οἴνου κεράμια δ … γίνονται τῆς ἡμέρας δραχμαὶ … κϛ κζ Ἑρμῆς. κη Στοτοῆτις εἰσάγων οἴνου κεράμι … γίνονται θ… κθ λ Ἑρμῆς. γίνονται τῶν ἀπὸ ιϛ ἕως λ δραχμαὶ υν καὶ ἀλλαγῆς δραχμαὶ ια τριώβολον· τούτων ὑπὲρ ὀψονίου Διοσκόρου ἀραβοτοξότου δραχμαὶ ιϛ. ἀπὸ τούτων ἑκατοστὴ δραχμαὶ δ ὀβολοὶ 3· διεγράφησαν ἐπὶ τὴν ἐπιτη… τόπων … διὰ Διοσκόρου ἀραβοτοξότου. Μεσορή. α Ἑριεῦς ἐξάγων ἐπὶ ὄνῳ α φοίνικος πατητοῦ ἀρτάβας γ ὀβολοὺς β 𐅵 Ὅμηρος ὁμοίως ἐπὶ ὄνῳ α φοίνικος πατητοῦ ἀρτάβας γ ὀβολοὺς β 𐅵 Ὧρος ὁμοίως ἐπὶ ὄνῳ α φοίνικος πατητοῦ ἀρτάβας γ ὀβολοὺς β 𐅵 γίνεται τῆς ἡμέρας δραχμὴ α ὀβολὸς α 𐅵. β ἕως δ Ἑρμῆς. ε Παράμμων καὶ Ἀρτεμίδωρος ἐπὶ καμήλοις ϛ … ἀρτάβας λβ. γίνονται δραχμαὶ ιγ διώβολον ϛ ἕως θ Ἑρμῆς. … Μεσορὴ α Ἑριεῦς ὄνον α φοίνικος ἀρτάβας γ Ὅμηρος ὄνον α φοίνικος ἀρτάβας γ Ὧρος ὄνον α φοίνικος ἀρτάβας γ δραχμὴ α ὀβολὸς α 𐅵

---

Documentary Papyri, P.Customs. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.customs.
