# P.David 1

Documentary Papyri, P.David, P.David 1 Ro. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-david/1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-david/1

… χαλκοῦς …εν …ντα …χ…ν …τ… …παρα… …υστρατη …ωραιαν συκαιαι αι ξύλιναι …και β …α…ενω …εν χαλκαῖ καμψάκιον δοσκατα καὶ περὶ τὴν κώμην ἱερὸν Σαράπιδος Ὀσορομνήουιος ἐν ᾧ ἀνδριάντες λίθινοι ἑπτὰ καὶ ἐν Νήσῳ Γυναικῶν λεγομένῃ ἱερὸν ἐν ᾧ ναὸς Ἴσιδος Νεφρέμμιδος θεᾶς μεγίστης, ναὸς ξύλινος περικεχρυσωμένος ἐσφραγισμένος ἔχων κωπίωνας ξυλίνους β καὶ ἕτερος ναὸς Ἁρποκράτου θεοῦ ξύλινος περικεχρυσωμένος ἐν ᾧ Ἁρποκράτης ξύλινος περικεχρυσωμένος καὶ λυχνίαι χαλκαῖ β καὶ σπονδεῖα χαλκᾶ δ καὶ ἕτερον χαλκοῦν καὶ ζωδαρίδια καὶ θυμιατήρια χαλκᾶ καὶ Δικαιοσύνη καὶ μασθός, ἀμφότερα χαλκᾶ, καὶ λαβίδια παρʼ ἡμῖν χαλκᾶ γ καὶ ἐν τῇ μητροπόλει ἐπʼ ἀμφόδου Φρεμεὶ Σοκνοπαιτεῖον λεγόμενον ἐν ᾧ ναὸς ξύλινος περικεχρυσωμένος καὶ ἐσφραγισμένος ἐν ᾧ οὐδεὶς ἱερατεύεται ἔξω ἡμῶν καὶ ἐν τῇ Νήσῳ ἱερὸν Ἴσιδος Νεφρέμμιδος θεᾶς μεγίστης ἐν ᾧ ἀνδριάντες λίθινοι γ καὶ λυχνία χαλκῆ, πύρινοι χαλκοῖ β, σάλπινγες χαλκαῖ γ παρα …ιερει …ο… γραφὴ ἱερέων καὶ μετὰ τὸ κατʼ ἄνδρα· ὑπόκειται δὲ ἡμῖν κατʼ ἔτος ἀργυρικὰ μέν, ἅπερ ἐστὶν χωρὶς τῶν ἀπὸ κ ἔτους τοῦ καὶ α ἔτους θεοῦ Ἁδριανοῦ οὐκέτι τετελεσμένων ἡμῖν καὶ ὑπʼ ἔσχατον τόμου τοῦδε τοῦ λόγου ἐν ἰδίᾳ τάξει τεταγμένων, παρὰ μὲν κναφέων τῆς προκειμένης κώμης Σοκνοπαίου δραχμαὶ ιϛ παρὰ λαχανοπωλῶν τῆς κώμης δραχμαὶ ιβ παρὰ ταριχευτῶν τῆς κώμης δραχμαὶ ιϛ παρὰ ζυγοστασίου τῆς κώμης δραχμαὶ κδ παρὰ κναφέων Νείλου πόλεως δραχμαὶ σμ ψ καὶ ἀπὸ φόρου ἁλιευτικοῦ πλοίου Νείλου πόλεως δραχμαὶ υ υπ καὶ ἀπὸ φόρου ἁλιευτικοῦ πλοίου Εὐημερείας δραχμαὶ υμ καὶ ἀπὸ φόρου ἁλιευτικοῦ πλοίου Βερενεικίδος Θεσμοφόρου … δραχμαὶ φ καὶ ἀπὸ φόρου ἁλιευτικοῦ πλοίου Καρανίδος … δραχμαὶ … καὶ ἀπὸ φόρου … Νείλου πόλεως … καὶ ἀπὸ φόρου … καὶ προστ… καὶ Ἴσιδος … …υστομ… …κ… βαλ…α…

---

Documentary Papyri, P.David. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.david.
