# P.David 16

Documentary Papyri, P.David, P.David 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-david/16
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-david/16

…ν Νεμεσίωνι τῷ πατρὶ καὶ Ἀπίωνι καὶ Ἡρακλείῳ τοῖς ἀδελφοῖς χαίρειν. …αμη… υ…α γράμματα …ισε…εμι…ν … διʼ ἣν αἰτίαν …μεν ην παρά σοι πράσσων ὁ Σερῆνος μὴ προσποιηθῇς αὐτῷ ἔστʼ ἂν αὐτός σοι δῷ· εἰ δὲ πρὸς ἀποδημίαν ἐστίν, προσποιήθητι αὐτῷ καὶ μάθε τί ἐστιν ὃ λέγει· περὶ πάντων ἀντιγράψον. ἐρρῶσθαι ὑμᾶς εὔχομαι. μετὰ τὰς ἡμέρας καὶ μετὰ τὸ ἀνελθεῖν με ἀπὸ τοῦ νομοῦ, σήμερον γάρ, ἥτις ἐστὶν λ, ἐξέρχομαι εἰς τὸν νομόν, πάντως πρὸς τὴν κ τοῦ Μεσορὴ γείνομαι πρὸς ὑμᾶς, πρὶν τοῦ εἰς τὸν Λυκοπολίτην με ἀναδραμεῖν· πολλὰ γάρ με προετρέψατο ὁ φίλος· πάντως οὖν ἔρχομαι εἰς Ἡρακλέους· πρὸς τὴν κ τοῦ Μεσορὴ ἢ κε προσδοκᾶτέ με. τὴν μητέρα, τὰς ἀδελφάς, τὰ παιδία, πάντας τοὺς φιλοῦντάς με ἀσπάζου …ρε…

---

Documentary Papyri, P.David. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.david.
