# P.Diog. 18tripl

Documentary Papyri, P.Diog., P.Diog. 18. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-diog/18tripl
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-diog/18tripl

Αὐρηλίῳ Διδύμῳ στρατηγῷ Ἀρσινοίτου Ἡρακλείδου μερίδος παρὰ Μάρκου Λουκρητίου Διογένους Ἀντινοέως. οὗ ἐπέδωκα Κλαυδίῳ Ἑρεννιανῷ τῷ κρατίστῳ δικαιοδότῃ διέποντι καὶ τὰ κατὰ τὴν ἡγεμονίαν βιβλιδίου καὶ ἧς ἔτυχον ὑπογραφῆς ἀντίγραφον ὑπόκειται, καὶ ἀξιῶ τὰ ἀκόλουθα πραχθῆναι, ἐπίτροπον καταστῆσαί σε τοῖς ὑπογεγραμμένοις ἀφήλιξι εἰς τὸ μηδὲν αὐτοῖς παραπολέσθαι, τοῖς νόμοις ἀκολούθως. ἔστι δέ· Τιβερίῳ Κλαυδίῳ Ἑρεννιανῷ τῷ κρατίστῳ δικαιοδότῃ διέποντι καὶ τὰ κατὰ τὴν ἡγεμονίαν ἐκ θείας κελεύσεως, παρὰ Μάρκου Λουκρητίου Διογένους Ἀντινοέως. δέησιν ἁρμόζουσαν τῇ σῇ καλοκἀγαθίᾳ προσφέρων εὔελπίς εἰμι τῶν ἀπὸ σοῦ δικαίων τυχεῖν. τὸ δὲ πρᾶγμα διὰ βραχέων ὁριῶ. τῷ διεληλυθότι μηνὶ Φαῶφι ἡ ἀδελφή μου Ὀκταουία Λουκρητία ἐτελεύτησεν ἀδιάθετος ἐπὶ κληρονόμοις τρισὶν υἱοῖς ἐκ διαφόρων γάμων, Μάρκοις Αὐρηλίοις Ἰουλιᾷ καὶ Λουκρητίῳ καὶ Ῥούφῳ ἀφήλιξι. ὁ μὲν οὖν εἷς αὐτῶν Ἰουλιᾶς ὑποχείριος ὢν τῷ ἰδίῳ πατρὶ Μάρκῳ Αὐρηλίῳ Ἥρωνι ἀπείληφεν τὸ ἐπιβάλλον αὐτῷ μέρος τῶν ἀπολελειμμένων. οἱ δὲ ἕτεροι ὁ μὲν Λουκρήτιος ἀπάτωρ τυγχάνει, τοῦ δὲ Ῥούφου ὁ πατὴρ ἐτελεύτησεν, καὶ οὐδεὶς αὐτοῖς ὑπάρχει ἐγγυτέρω γένει ἢ ἐγὼ Λουκρήτιος Διογένης, διʼ οὕσπερ τήνδε τὴν … δέησιν ποιοῦμαι, καὶ παρακαλῶ, ἐάν σου τῇ τύχῃ δόξῃ, κελεῦσαι διʼ ἱερᾶς σου ὑπογραφῆς τῷ τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ στρατηγῷ, ἔνθα ἐστὶν αὐτῶν τὰ πράγματα, καταστῆσαί με ἐπίτροπον τῆς ὀρφανείας τῶν παίδων, ἵνα δυνηθῶ τὴν διοίκησιν τῶν καταλειφθέντων αὐτοῖς ποιήσασθαι, πρὸς τὸ ταῦτα φυλαχθῆναι αὐτοῖς εἰς τελείωσιν. διευτύχει. Μᾶρκος Λουκρήτιος Διογένης διʼ ἐμοῦ Αὐρηλίου Σαραπίωνος ἐπιδέδωκα. ὁ στρατηγὸς πρὸ ὀφθαλμῶν ἔχων τὸν ἴδιον κίνδυνον ἐπίτροπον τοῖς ἀφήλιξι καταστῆσαι φροντίσει. κολλημάτων ξη.

---

Documentary Papyri, P.Diog.. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.diog.
