# P.Diog. 5

Documentary Papyri, P.Diog., P.Diog. 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-diog/5
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-diog/5

ἐκ τόμου ἐπικρίσεων Φλαουίου Τιτιανοῦ γενομένου ἡγεμόνος οὗ παρεπιγραφή· ἐπικρίσεις Φλαουίου Τιτιανοῦ γενομένου ἡγεμόνος ἀπὸ … ἕως …ϛ τοῦ ιζ ἔτους θεοῦ Ἁδριανοῦ διὰ Ἀντωνίου Ῥου… μεθʼ ἕτερα, σελίδων ιγ. Μᾶρκος Λουκρήτιος Κλήμης βουλόμενος παρεπιδημεῖν πρὸς καιρὸν νομῷ Ἀρσινοείτῃ, ἐτῶν, καὶ τέκνα Ὀκτάουιος, ἐτῶν, Λουκρήτιος, ἐτῶν, Σερῆνος, ἐτῶν, ἐπέδειξεν ὁ Κλήμης δέλτον χαλκῆν ἐκσφράγισμα στήλης χαλκῆς ἀνακειμένης ἐν Ῥώμῃ διʼ ἧς ἐδηλοῦτο στρατευσάμενον αὐτὸν καὶ ἐντίμως ἀπολελύσθαι περιέχουσαν οὕτως· …ωνδ…μ …δ… Μάρκῳ …ῳ Πωλίωνι ὑπάτοις …ν Σύρων ἧς ἔπαρχος Λούκιος Νωουέλλιος …ρων ἐξ ἱππέων Μάρκῳ Λουκρητίῳ Μάρκου υἱῷ Κλήμεντι καὶ Ὀκταουίῳ υἱῷ αὐτοῦ καὶ Λουκρητίῳ υἱῷ αὐτοῦ καὶ Σερήνῳ υἱῷ αὐτοῦ καὶ Λουκρητίᾳ θυγατρὶ αὐτοῦ, καὶ λίβελλον ἐπήνεγκεν Κλασσικοῦ καὶ Αδα…υ ταβλαρίων διʼ οὗ ἐδηλοῦτο στρατευσάμενον αὐτὸν ἐν ἔτεσι κϛ ἀπολελύσθαι νομίμῃ ἀπολύσει. ἔδωκεν ὁ Κλήμης καὶ γνωστῆρας οὐετρανοὺς γ …ν, Οὐαλέριον Παῦλον, Ἰούλιον Κρεῖσπον συγχειρογραφοῦντας αὐτῷ μηδενὶ ἀλλοτρίῳ κεχρῆσθαι. καὶ τῆς Φλαουίου Τιτιανοῦ γενομένου ἡγεμόνος σημειώσεως ἐπὶ τοῦ προκειμένου ὀνόματος Λουκρητίου Κλήμεντος τεσσαράκοντα ὀκτὼ ε…δε… … Λουκρητίου …

---

Documentary Papyri, P.Diog.. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.diog.
