# P.Diog. 9

Documentary Papyri, P.Diog., P.Diog. 9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-diog/9
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-diog/9

ἀντίγραφον διαθήκης Ῥωμαικῆς ἑρμηνευθείσης κατὰ τὸ δυνατόν. Μᾶρκος Λουκρήτιος Μίνωρ Ἁδριάνειος ὁ καὶ Ὀλύμπιος Ἀντινοεὺς διαθήκην ἔθετο. Μᾶρκος Λουκρήτιος … καὶ Μᾶρκος Λουκρήτιος Διογένης καὶ Λουκρητία Ὀκταυία καὶ Λουκρητία … τὰ γλυκύτατα παιδία μου τῶν ὑπαρχόντων μοι …ο… μετὰ τὴν τελευτήν μου ἐξ ἴσου μέρους ἐμοῦ κληρονόμοι ἔστωσαν· οἱ δὲ λοιποὶ πάντες ἀποκληρονόμοι μου ἔστωσαν· προσερχέσθωσαν δὲ ἕκαστος τῇ κληρονομίᾳ μου ἐν ἡμέραις ἑκατὸν ταῖς ἔγγιστα ἐν αἷς δυνήσονται μαρτύρεσθαι ἑαυτοὺς εἶναί μου κληρονόμους· ὃς ἐάν μου κληρονόμος γένηται … ὑπεύθυνος ἔστω διδόναι ποιεῖν παρέχεσθαι … ταῦτα πάντα ἃ ἐν ταύτῃ μοῦ τῇ διαθήκῃ γεγραμμένα εἴη … τῇ συμβίῳ μου, ἥπερ …, δίδωμι καταλείπω … τὴν ἐνδομενείαν πᾶσαν …ων…ον… εἰ μάλα τοί γε τρέφῃ καὶ ἱματίζῃ τοὺς κληρονόμους μου … καὶ εἰ ἄγαμος παραμείνῃ. ἐὰν δὲ ἡ σύμβιός μου … …η, κωλύω αὐτὴν μηδὲν ἐκ τῶν ὑπαρχόντων μοι λαμβάνειν χωρὶς τοῦ ἀποδοθῆναι αὐτῇ τὴν πᾶσαν προῖκα ησα… ἀκολούθως τοῖς δικαιώμασι τοῦ γάμου συντιμηθεῖσαν … συνγενεῖ μου δίδωμι καταλείπω τιμὴν … δραχμῶν τρισχιλίων . δ… θυγατρὶ γαιων… δίδωμι καταλείπω … χάριν Σεβαστοῦ δεξαμεν… δε…μ…ε… δεκαετεῖ χρόνῳ … ληναι… βούλομαι Ἑλληνικῶν … μου…α ταύτῃ τῇ διαθήκῃ δόλος πονηρὸς ἀπέστω· οἰκετείαν χρήματά τε τῆς διαθήκης γεινομένης ἐπρίατο …

---

Documentary Papyri, P.Diog.. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.diog.
