# P.Dion 16.rext.1-35

Documentary Papyri, P.Dion, 16.rext.1 to 16.rext.35. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-dion/16.rext.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-dion/16.rext.1

βασιλευόντων Κλεοπάτρας καὶ Πτολεμαίου θεῶν Φιλομητόρων Σωτήρων ἔτους ὀγδόου, ἐφʼ ἱερέως τοῦ ὄντος ἐν Ἀλεξανδρείαι Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐπιφανῶν καὶ θεοῦ Εὐπάτορος καὶ θεοῦ Φιλομήτορος καὶ θεοῦ Νέου Φιλοπάτορος καὶ θεοῦ Εὐεργέτου καὶ θεῶν Φιλομητόρων Σωτήρων, ἱεροῦ πώλου Ἴσιδος μητρὸς θεῶν μεγάλης, στεφανηφόρου βασιλίσσης Κλεοπάτρας θεᾶς Φιλομήτορος Σωτείρας Δικαιοσύνης Νικηφόρου, ἀθλοφόρου Βερενίκης Εὐεργέτιδος, φωσφόρου βασιλίσσης Κλεοπάτρας θεᾶς Φιλομήτορος Σωτείρας Δικαιοσύνης Νικηφόρου, κανηφόρου Ἀρσινόης Φιλαδέλφου, ἱερείας βασιλίσσης Κλεοπάτρας θεᾶς Φιλομήτορος Σωτείρας Δικαιοσύνης Νικηφόρου, ἱερείας Ἀρσινόης Φιλοπάτορος τῶν ὄντων καὶ οὐσῶν ἐν Ἀλεξανδρείαι, μηνὸς Δύστρου ἐνάτῃ καὶ εἰκάδι, Τῦβι ἐνάτῃ καὶ εἰκάδι, ἐν Τήνει τῆι καὶ Ἀκώριος τοῦ Μωχίτου τόπου, νομοῦ δὲ Ἑρμοπολίτου. ἐδάνεισεν Διονύσιος Ἀπολλωνίου Πέρσης οὐραγὸς Διονυσίωι Κεφαλᾶτος Πέρσηι τῆς ἐπιγονῆς καὶ τῆι τούτου μητρὶ Σαραπιάδι τῆι καὶ Σεναβέλλει Ἡλιοδώρου τοῦ καὶ Ἑριέως Περσίνηι, μετὰ κυρίου τοῦ ἑαυτῆς υἱοῦ Διονυσίου τοῦ καὶ προγεγραμμένου, πυροῦ στερεοῦ ἀρτάβας ἑκατὸν ἑξήκοντα ἓξ δίμοιρον , ἃς ἐκτεταμίευνται παρʼ αὐτοῦ ἐξ οἴκου, τόκων τὴν ἀρτάβην ἑκάστην πυροῦ τρίτον, ἀρτάβαις ὀγδοήκοντα τρισὶ τρίτωι · τὰς δὲ πάσας πυροῦ ἀρτάβας διακοσίας πεντήκοντα ἀποδότωσαν οἱ δεδανεισμένοι Διονυσίωι ἢ τοῖς παρʼ αὐτοῦ ἐν μηνὶ Λωίωι ὅς ἐστιν Παῦνι τοῦ ὀγδόου ἔτους, πυρὸν νέον στερεὸν ἄδολον, μέτρωι τῶι πρὸς τὸ χαλκοῦν, καθεσταμένας ἐπὶ τὸν κατὰ τὴν Ἀκώριος ὅρμον τοῖς ἰδίοις ἀναλώμασι, ἄνευ δίκης καὶ κρίσεως καὶ πάσης κακοτεχνίας· ἐὰν δὲ μὴ ἀποδῶσι ἢ μὴ ποιῶσι καθʼ ἃ γέγραπται, ἀποτεισάτωσαν οἱ δεδανεισμένοι τῶι Διονυσίωι ἢ τοῖς παρʼ αὐτοῦ τιμὴν ἑκάστης ἀρτάβης χαλκοῦ δραχμὰς τρισχιλίας καὶ μηθὲν ἧσσον· ἔγγυοι ἀλλήλων τοῦ δανείου εἰς ἔκτεισιν καὶ τῶν κατὰ τὴν συγγραφὴν πάντων αὐτοῖ οἱ καὶ δεδανεισμένοι· ἡ δὲ πρᾶξις ἔστω Διονυσίωι τοῦ δανείου ἔκ τε αὐτῶν Διονυσίου καὶ Σαραπιάδος τῶν προγεγραμμένων, καὶ ἐξ ἑνὸς καὶ παρʼ ἀμφοτέρων καὶ παρʼ οὗ ἂν αὐτῶν αἱρῆται, καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων καθʼ ἅπερ ἐκ δίκης· ἡ συγγραφὴ ἥδε κυρία ἔστω πανταχῆι ἐπιφερομένη.

---

Documentary Papyri, P.Dion. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.dion.
