# P.Dion 16.rext.36-16.v.58

Documentary Papyri, P.Dion, 16.rext.36 to 16.v.58. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-dion/16.rext.36
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-dion/16.rext.36

μάρτυρες· Πτολεμαῖος Ἀναξαγόρου Μιλήσιος, Ἀγήνωρ Βαρκαίου Λακεδαιμόνιος, Ἀρίμμας Διονυσίου Χαριστήριος, Ἡρώιδης Ἡρακλείδου Ἀλεξανδρεύς, Εὐμένης Πολυκράτου Πέρσης, Ἀπολλώνιος … Πέρσης τῶν φερομένων ἐν Κλεοπάτραι. συγγραφοφύλαξ· Πτολεμαῖος. Διονύσιος Κεφαλᾶτος Πέρσης τῆς ἐπιγονῆς καὶ ἡ τούτου μήτηρ Σαραπιὰς ἡ καὶ Σεναβέλλις Ἡλιοδώρου τοῦ καὶ Ἑριέως Περσίνη, μετὰ κυρίου τοῦ προγεγραμμένου υἱοῦ αὐτῆς Διονυσίου τοῦ προγεγραμμένου, ἔχομεν τὰς τοῦ πυροῦ ἀρτάβας διακοσίας πεντήκοντα καθʼ ὅτι πρόκειται καὶ ποιήσομεν κατὰ τὰ ἄλλα τὰ γεγραμμένα καὶ δεδώκαμεν κυρίαν Πτολεμαίωι. Διονύσιος ὁ προκείμενος γέγραφα καὶ ὑπὲρ Σαραπιάδος τῆς μητρὸς διὰ τὸ μὴ ἐπίστασθαι αὐτὴν γράμματα. Πτολεμαῖος ἔχω κυρίαν. ἔτους η Τῦβι κθ· δάνειον Διονυσίου πρὸς Διονύσιον καὶ Σαραπιάδα πυροῦ ἀρταβῶν σν· ἀποδότω Παῦνι τοῦ η ἔτους ὁ δανεισάμενος εἰς τὴν Ἀκώριος μέτρωι τῶι πρὸς τὸ χαλκοῦν· ἐπίτιμον τῆς ἀρτάβης χαλκοῦ δραχμαὶ Γ· συγγραφοφύλαξ· Πτολεμαῖος. Διονυσίου Σαραπιάδος Ἀγήνορος Εὐμένους Διονυσίου Πτολεμαίου Ἡρώιδου Ἀπολλωνίου Ἀρίμματος δάνειον Διονυσίου πρὸς Διονύσιον καὶ Σαραπιάδα πυροῦ ἀρταβῶν σν. Διονυς… ἀπόδοσις Παῦνι ιβ.

---

Documentary Papyri, P.Dion. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.dion.
