# P.Dion 24

Documentary Papyri, P.Dion, P.Dion 24. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-dion/24
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-dion/24

ἔτους ιβ τοῦ καὶ θ, Αὐδναίου ζ, Ἁθὺρ ζ, ἐν Ἑρμοῦ πόλει τῆς Θηβαΐδος. ἐδάνεισεν Ἱππόνικος Πτολεμαίου Μακεδὼν ἑκατόνταρχος τῆς Ἀρτεμιδώρου ἡγεμονίας Ἀκωριτῶν Διονυσίωι Κεφαλᾶτος Πέρσηι τῆς ἐπιγονῆς καὶ τῆι τούτου μητρὶ Σεναβέλλει Ἡλιοδώρου καὶ τῆι γυναικὶ Ἰσιδώραι Παχόϊτος ἀμφοτέραις Περσίναις, μετὰ κυρίου Διονυσίου τοῦ προγεγραμμένου, πυροῦ στερεοῦ ἀρτάβας μ, ἃς μεμέτρηνται παρʼ αὐτοῦ τόκων ἡμιολίων, πυροῦ ἀρτάβαις εἴκοσι · τὸν δὲ πυρὸν καὶ τὸν τόκον, τὰς πάσας πυροῦ ἀρτάβας ξ, ἀποδότωσαν οἱ δεδανεισμένοι Ἱππονίκωι ἢ τοῖς παρʼ αὐτοῦ ἐν μηνὶ Λωίωι ὅς ἐστιν Παῧνι τοῦ προκειμένου ἔτους ἄνευ δίκης καὶ κρίσεως καὶ πάσης κακοτεχνίας, πυρὸν νέον στερεὸν καθαρὸν ἄδολον μέτρωι τῶι πρὸς τὸ χαλκοῦν καὶ καταστησάτωσαν ἐπὶ τὸν κατὰ τὴν Ἀκώριος ὅρμον τοῖς ἰδίοις αὐτῶν ἀνηλώμασιν Ἱππονίκωι ἢ τοῖς παρʼ αὐτοῦ· ἐὰν δὲ μὴ ἀποδῶσι καθʼ ἃ γέγραπται, ἀποτεισάτωσαν οἱ δεδανεισμένοι Ἱππονίκωι ἢ τοῖς παρʼ αὐτοῦ τιμὴν ἑκάστης ἀρτάβης χαλκοῦ δραχμὰς τρισχιλίας · καὶ ἡ πρᾶξις ἔστω Ἱππονίκωι καὶ τοῖς παρʼ αὐτοῦ τῶν κατὰ τὴν συγγραφὴν ἔκ τε αὐτῶν τῶν δεδανεισμένων, καὶ ἐξ ἑνὸς καὶ ἐξ ὁποτέρου οὗ ἂν αὐτῶν αἱρῆται, καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων καθʼ ἅπερ ἐκ δίκης· ἔγγυοι ἀλλήλων τοῦ πυροῦ ἢ τῆς προγεγραμμένης τιμῆς εἰς ἔκτεισιν οἱ δεδανεισμένοι· ἡ συγγραφὴ ἥδε κυρία ἔστω.

---

Documentary Papyri, P.Dion. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.dion.
