# P.Dion 25

Documentary Papyri, P.Dion, P.Dion 25. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-dion/25
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-dion/25

ἔτους ιδ τοῦ καὶ ια, Χοιὰχ ϛ, ἐν Ἑρμοῦ πόλει τῆς Θηβαΐδος. ἐδάνεισεν Πασίων ὃς καὶ Πᾶσις Πετενεφώτου Πέρσης ἑκατόνταρχος τῶν τῆς Ἀσκληπιάδου ἡγεμονίας Ἀκωριτῶν Διονυσίωι τῶι καὶ Πλήνει Κεφαλᾶτος Πέρσηι τῆς ἐπιγονῆς καὶ τῆι τούτου γυναικὶ Ἰσιδώραι τῆι καὶ Τάσιτι Ἑρμοφίλου τοῦ καὶ Παχόϊτος καὶ τῆι τοῦ προγεγραμμένου Διονυσίου μητρὶ Σαραπιάδι τῆι καὶ Σεναβέλλει Ἡλιοδώρου τοῦ καὶ Ἑριέως ἀμφοτέραις Περσίναις, μετὰ κυρίου αὐτοῦ Διονυσίου τοῦ καὶ συνδεδανεισμένου, πυροῦ στερεοῦ ἀρτάβας πεντήκοντα τέσσαρας , ἃς μεμέτρηνται παρʼ αὐτοῦ, ἅμα τῆι συγγραφῆι ταύτηι ἀναφερομένηι, τόκων ἡμιολίων πυρῶν ἀρτάβαις εἴκοσι ἑπτά · τὸν δὲ πυρὸν καὶ τὸν τόκον, τὰς πάσας πυροῦ στερεοῦ ἀρτάβας ὀγδοήκοντα μίαν , ἀποδότωσαν οἱ δεδανεισμένοι Πασίωνι ἢ τοῖς παρʼ αὐτοῦ ἐν μηνὶ Λωίωι ὅς ἐστιν Παῧνι τοῦ προκειμένου ἔτους ἄνευ δίκης καὶ κρίσεως καὶ πάσης κακοτεχνίας, πυρὸν νέον στερεὸν καθαρὸν ἄδολον μέτρῳ τῶι πρὸς τὸ χαλκοῦν καὶ καταστησάτωσαν ἐπὶ τὸν κατὰ τὴν Ἀκώριος ὅρμον τοῖς ἰδίοις αὐτῶν ἀνηλώμασι Πασίωνι ἢ τοῖς παρʼ αὐτοῦ· ἐὰν δὲ μὴ ἀποδῶσι καθʼ ἃ γέγραπται, ἀποτεισάτωσαν οἱ δεδανεισμένοι Πασίωνι ἢ τοῖς παρʼ αὐτοῦ τιμὴν ἐκάστης ἀρτάβης χαλκοῦ δραχμὰς τρισχιλίας · καὶ ἡ πρᾶξις ἔστω Πασίωνι καὶ τοῖς παρʼ αὐτοῦ τῶν κατὰ τὴν συγγραφὴν ἔκ τε αὐτῶν τῶν δεδανεισμένων, καὶ ἐξ ἑνὸς καὶ ἐξ ὁποτέρου οὗ ἂν αὐτῶν αἱρῆται, καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων καθʼ ἅπερ ἐκ δίκης· ἔγγυοι ἀλλήλων τοῦ πυροῦ ἢ τῆς προγεγραμμένης τιμῆς εἰς ἔκτεισιν αὐτοὶ οἱ καὶ δεδανεισμένοι· ἡ συγγραφὴ ἥδε κυρία ἔστω. δάνειον Πασίωνος τοῦ καὶ Πάσιτος πρὸς Διονύσιον τὸν καὶ Πλῆνιν καὶ ἄλλους πυροῦ στερεοῦ ἀρταβῶν πα. απαρχνιος Ἱππονικ λο…αρχου…μ

---

Documentary Papyri, P.Dion. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.dion.
