# P.Dion 33

Documentary Papyri, P.Dion, P.Dion 33. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-dion/33
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-dion/33

Διονύσιος Κεφαλᾶτος Ἀπολλωνίωι χαίρειν· ὁμολογῶ ἔχειν παρὰ σοῦ πυροῦ ἀρτάβας τριάκοντα τρεῖς τρίτον ἃς ἀποδώσω σοι ἐν μηνὶ Παῧνι τοῦ ἐνεστῶτος ἔτους ἄνευ δίκης καὶ κρίσεως καὶ πάσης κακοτεχνίας, πυρὸν νέον καθαρὸν ἄδολον μέτρωι τῶι ἐμῶι ὧι καὶ παρείληφα καὶ καταστήσω οὗ ἂν συντάσσηι ἐν τῆι Ἀκώριος τοῖς ἰδίοις ἀνηλώμασι· ἐὰν δὲ μὴ ἀποδῶ καθʼ ὅτι πρόκειται, ἀποτείσω σοι τιμὴν ἑκάστης ἀρτάβης χαλκοῦ δραχμὰς δισχιλίας καὶ τοῦ ἡμίσους τὸ κατὰ λόγον, τῆς πράξεως οὔσης σοί τε καὶ τοῖς παρὰ σοῦ ἐξ ἐμοῦ τε καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων καθʼ ἅπερ ἐκ δίκης· ἡ χεὶρ ἥδε κυρία ἔστω παντὶ τῶι ἐπιφέροντι καὶ πανταχῆι ἐπιφερομένη. …

---

Documentary Papyri, P.Dion. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.dion.
