# P.Dion 34

Documentary Papyri, P.Dion, P.Dion 34. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-dion/34
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-dion/34

Διονύσιος Κεφαλᾶτος Πέρσης τῆς ἐπιγονῆς … … ου Μακεδόνι ἑκατοντάρχωι τῆς Λόχου ἡγεμονίας Ἀκωριτῶν χαίρειν· ὁμολογῶ ἔχειν παρὰ σοῦ τιμὴν πυροῦ ἀρταβῶν … ἃς ἀποδώσω σοι ἢ τοῖς παρὰ σοῦ ἐν τῶι Παῧνι μηνὶ τοῦ β ἔτους, πυρὸν στερεὸν νεὸν καθαρὸν ἄδολον μέτρωι τῶι ἐμῶι καὶ καταστήσω ἐπὶ τὸν κατὰ τὴν Ἀκώριος ὅρμον τοῖς ἰδίοις ἀνηλώμασι· ἐὰν δὲ μὴ ἀποδῶ καθʼ ὅτι πρόκειται, ἀποτείσω σοι ἢ τοῖς παρὰ σοῦ τιμὴν ἑκάστης ἀρτάβης χαλκοῦ δραχμὰς δισχιλίας , τῆς πράξεως οὔσης σοί τε καὶ τοῖς παρὰ σοῦ ἐξ ἐμοῦ τε καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων καθʼ ἅπερ ἐκ δίκης· ἡ χεὶρ ἥδε κυρία ἔστω πανταχῆι ἐπιφερομένη καὶ παντὶ τῶι ἐπιφέροντι. ἔτους β, Θῶυθ ζ. ἔτους β, Παῧνι α…, ἐν κώμηι Τήνει τοῦ Μωχίτου· ἀναγέγραπται διʼ Ἀπολλωνίου.

---

Documentary Papyri, P.Dion. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.dion.
