# P.Diosk. 6

Documentary Papyri, P.Diosk., P.Diosk. 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-diosk/6
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-diosk/6

Διοσκουρίδει ἡγεμόνι καὶ φρουράρχωι παρὰ Ἀρτεμιδώρου καὶ Πρωτάρχου τῶν Ἀρτεμιδώρου Δωριέων οὗ ἐπιδεδώκαμεν ὑπομνήματος Τήρηι τῶν φίλων καὶ στρατηγῶι ὑπόκειται τὸ ἀντίγραφον. ἀξιοῦμεν οὖν καὶ σὲ προνοηθῆναι περὶ τῶν ἐν αὐτῶι δεδηλωμένων· τούτου γὰρ γενομένου τευξόμεθα φιλανθρωπίας. εὐτύχει. Τήρηι τῶν φίλων καὶ στρατηγῶι παρὰ Ἀρτεμιδώρου καὶ Πρωτάρχου τῶν Ἀρτεμιδώρου Δωριέων. τῆι ϛ τοῦ Φαῶφι τοῦ λϛ ἔτους διαπορευομένων ἡμῶν τὴν ἀφʼ Ἡρακλέους πόλεως ἐπὶ τὸν ὅρμον ὁδὸν σὺν ἄλλοις ὁπηνίκα ἐγενόμεθα κατὰ τὴν πύλην τὴν φέρουσαν ἀπὸ τοῦ φρουρίου εἰς τὴν Ἡρακλέους, ἐπικαθήμενός τις πορείωι οὗ τὸ ὄνομα ἀγνοοῦμεν ἐνέσεισεν τῶι ἑνὶ ἡμῶν Ἀρτεμιδώρωι ἐπίτηδες, ὡς ἔστιν ἐκ τῶν εὐλόγων θεωρῆσαι, τοῦ γὰρ Ἀρτεμιδώρου ἐπιτιμήσαντος αὐτῶι καὶ γενηθέντων ἡμῶν ἐντὸς τῆς πύλης τοῦ ὀχυρώματος Κόσων τις καὶ Θυμολέων καὶ ἄλλοι ὧν τὰ ὀνόματα ἀγνοοῦμεν ἐπιθέμενοι ἡμῖν καὶ τῶι συνακολουθοῦντι ἡμῖν Ἀνδρονίκωι μεθύοντες ἐμαστίγουν. ἔνιοι μὲν ἐνσείοντες πλίνθους καὶ χάλικας, ἕτεροι δὲ ταῖς ἑαυτῶν χερσὶ καὶ τοῖς σκέλεσιν, ἄλλοι δὲ ἔδακνον. ἐγ δὲ τοῦ τοιούτου κινδυνευόντων ἡμῶν καὶ ἐπικαλουμένων βοηθοὺς καί τινων διὰ τὸν θόρυβον ἐπιπαραγενηθέντων καὶ βοηθησάντων τῆς τε τοῦ Κόσωνος καὶ Θυμολέοντος ἀγωγῆς ἐπὶ τὸν φρούραρχον γενομένης ἐπεκπηδήσασα Ἀμμωνία τίς τινα μὲν ὧν περιεβεβλήμεθα ἱματίων κατῃκίσατο, ἐν δὲ τῶι θορύβωι καὶ τὸ τοῦ Ἀνδρονίκου ἱμάτιον ἀπηλλάγη ἔχουσα. οἱ δὲ σὺν τοῖς περὶ τὸν Κόσωνα ὄντες εἰς φυγὴν ὥρμησαν. μετὰ δὲ τὸ παραδοθῆναι τοὺς διασαφουμένους Ἐπιμάχωι τῶι παρὰ τοῦ φρουράρχου ἐπιπαραγενηθέντες Νικόδημός τις καὶ Ἀσκληπιάδης καὶ ἄλλοι πλείονες ὡσαύτως μεθύοντες καὶ ἀκούσαντες ἔνδον εἶναι ἡμᾶς εἰσεβιάζοντο ἀλογῆσαι ἡμᾶς βουλόμενοι, τῶν δὲ διὰ τὸν θόρυβον ἐπισυναχθέντων ἐπιτιμησάντων αὐτοῖς καὶ καταστησάντων ἡμᾶς εἰς οἶκον οὕτως ἀπηλλάγησαν. αὐτοὶ δὲ τῶι ζῆν κεκινδυνευκότες καὶ καθυπονοοῦντες τὰ τῆς ἐπιθέσεως εἰς ἡμᾶς συντετελέσθαι ὑπὸ Ἀπολλωνίου τοῦ Ἡρακλείδου Ἀμμωνιέως χάριν τῆς ἐνεστώσης τῶι ἑνὶ ἡμῶν Πρωτάρχωι ἐπὶ Νικάνορος καὶ Ἀρχιάνακτος πρὸς τὴν γυναῖκα αὐτοῦ Χρυσοῦν καὶ τὸν μεμοιχευκότα αὐτὴν Ἀπολλώνιον τὸν προγεγραμμένον ἐπισκέψεως κοὐ δυνάμενοι ἐπὶ τῶν τόπων τὸν πρὸς αὐτοὺς λόγον συνστήσεσθαι διὰ τὴν προειρημένην αἰτίαν ἀξιοῦμεν ἐὰν φαίνηται προνοηθῆναι ὡς οἱ μὲν διασαφούμενοι καὶ ἡ Ἀμμωνία ἀσφαλισθήσονται, τὸ δὲ ὑπόμνημα ἀναπεμφθῆναι ἐπὶ Νικάνορα καὶ Ἀρχεάνακτα ὅπως καὶ ἀπὸ τούτου ὁρμηθέντες ποιήσονται τὸν προσήκοντα λόγον. τούτου γὰρ γενομένου τευξόμεθα ἀντιλήψεως. εὐτυχεῖτε.

---

Documentary Papyri, P.Diosk.. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.diosk.
