# P.Dryton 1 19

Documentary Papyri, P.Dryton 1, P.Dryton 19. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-dryton-1/19
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-dryton-1/19

Ἔτους μδ Φαῶφι ιε, ἐν Παθύρει ἐπʼ Ἀσκληπιάδου ἀγορανόμου· ἐδάνεισεν Ἀπολλωνία Πτολεμαίου Κυρηναία, μετὰ κυρίου τοῦ ἑαυτῆς ἀνδρὸς Δρύτωνος τοῦ Παμφίλου Κρητὸς τῶν τοῦ ἐπιτάγματος ἱππάρχου ἐπʼ ἀνδρῶν καὶ διαδόχων, Σόλωνι τῶι καὶ Σλήει Ὣρου καὶ Ἁρμάει Ὣρου Πέρσαις τῆς ἐπιγονῆς καὶ Τεβῶτι Φαγήριος Περσίνηι μετὰ κυρίου τοῦ προγεγραμμένου Σλήιος υἱοῦ αὐτῆς χαλκοῦ τάλαντον ἓν δραχμὰς τετρακισχιλίας ἄτοκα εἰς μῆνας πέντε ἀπὸ Φαῶφι ἕως Μεχεὶρ λ τοῦ μδ ἔτους· τὸ δὲ δάνειον τοῦτο ἀποδότωσαν οἱ δεδανεισμένοι Ἀπολλωνίαι ἐν μηνὶ Μεχειρ λ· ἐὰν δὲ μὴ ἀποδῶσιν ἐν τῶι ὡρισμένωι χρόνωι, ἀποτεισάτωσαν παραχρῆμα ἡμιόλιον καὶ τοῦ ὑπερπεσόντος χρόνου τόκους διδράχμους τῆς μνᾶς τὸν μῆνα ἕκαστον· ἔγγυοι ἀλλήλων εἰς ἔκτεισιν τῶν διὰ τοῦ δανείου γεγραμμένων πάντων αὐτοὶ οἱ δεδανεισμένοι· ἡ δὲ πρᾶξις ἔστω Ἀπολλωνίαι ἐκ τῶν δεδανεισμένων καὶ ἐξ ἑνὸς καὶ ἑκάστου αὐτῶν καὶ ἐξ οὗ ἂν αἱρῆται καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων καθάπερ ἐγ δίκης. Ἄρειος ὁ παρʼ Ἀσκληπιάδου κεχρημάτικα. Δάνειον Ἀπολλωνίας πρὸς Σλῆιν καὶ ἄλλους χαλκοῦ τάλαντον α Δ

---

Documentary Papyri, P.Dryton 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.dryton;1.
