# P.Dryton 1 34

Documentary Papyri, P.Dryton 1, P.Dryton 34. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-dryton-1/34
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-dryton-1/34

Φομμοῦτι συνγενεῖ καὶ ἐπιστρατήγωι καὶ στρατηγῶι τῆς Θηβαίδος, παρὰ Ἀπολλωνίας τῆς καὶ Σενμούθεως καὶ Ἀφροδισίας τῆς καὶ Ταχράτιος ἀμφοτέρων Δρύτωνος θυγατέρων κατοικουσῶν ἐν Παθύρει. Ὑπάρχοντος ἡμῖν τε καὶ ταῖς ἡμῶν αὐτῶν ἀδελφαῖς Ἀριστοῖ τῆι καὶ Σενμώνθει καὶ Νικαρίωι τῆι καὶ Θερμούθει καὶ Ἀπολλωνίαι νεωτέραι τῆι καὶ Σενπελαίαι, μέρους ἡμίσους τῶν πατρικῶν ἐγγαίων ὄντων δ ἔν τε τῶι Περιθήβας καὶ Παθυρίτηι, ὁμοίως δὲ καὶ τῶν οἰκετικῶν σωμάτων, ἐν οἷς καὶ ἐπὶ τοῦ Κόχλακος τῆς Ἀραβίας τοῦ δηλουμένου Παθυρίτου νομοῦ μέρους ἡμίσους ἀπὸ ἐδάφους ἀμπελῶνος ἀρουρῶν β ἡμίσους ἢ ὅσαν ἂν ἦι ἐπὶ τὸ πλεῖον καὶ τοῦ ἀπὸ ἀπηλιώτου αὐτοῦ παραδείσου καὶ φρεάτων καὶ ἐποικίων καὶ ληνῶνος καὶ γῆς χέρσου καὶ ἄλλης γῆς ἐκτὸς φορολογίας καὶ τῶν συνκυρόντων πάντων ὧν κεκράτηκεν ὁ πατὴρ ἡμῶν ἐφʼ ὅσον περιῆι χρόνον, ἡμῶν δὲ μετὰ τὴν ἐκείνου τελευτὴν τῶν λοιπῶν κρατουσῶν, Ἀρίστων Ἀθηνοδότου τῶν ἀπὸ Διὸς πόλεως τῆς μεγάλης βιαιότερον ἐμβατεύσας εἰς τὸ δηλούμενον ἔδαφος τοῦ ἀμπελῶνος καὶ εἰς τὰ συνκύροντα τούτωι ἐν τοῖς τῆς ἀμιξίας καιροῖς, ἀντιποιεῖται ἀδίκως τοῦ ἐπιβάλλοντος ἡμῖν μέρους ἡμίσους καὶ μέρος τι καταπεφύτευκεν ἀμπέλωι, κατεγνωκὼς τῶι γυναῖκας ἡμᾶς εἶναι καὶ ἑτέρωι τόπωι κατοικούσας μὴ εὐχερῶς δύνασθαι ἐπιβαλεῖν ἐπὶ τὴν σημαινομένην κτῆσιν. Διὸ καταπεφευγυῖαι ἐπὶ σὲ, ἀξιοῦμεν, ἐὰν φαίνηται, μεταπεμψάμενον αὐτὸν ἐπισκέψασθαι καὶ ἐὰν ἦι οἷα γράφομεν ἐπαναγκάσαι ἐκστῆναι τοῦ διασαφουμένου ἡμῖν μέρους ἡμίσους τοῦ ἐδάφους τοῦ ἀμπελῶνος καὶ τῶν ἐν αὐτῶι πεφυτευμένων καὶ τῶν προσκυρόντων τόπων καὶ ἐκτεῖσαι ἃ ἀπενήνεκται ἐξ αὐτῶν γενήματα, περὶ δὲ ἧς πεποίηται βίας, διαλαβεῖν μισοπονήρως, ἵν’ ὦμεν ἀντειλημμέναι. εὐτύχει.

---

Documentary Papyri, P.Dryton 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.dryton;1.
