# P.Dura 17.A.1-17.C.32

Documentary Papyri, P.Dura, 17.A.1 to 17.C.32. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-dura/17.A.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-dura/17.A.1

… ἐξέστη Σαμμώνης τοῦ δεῖνος, … τῶν ὑπαρχουσῶν αὐτῶι χωρῶν τῶν οὐσῶν ἐν Τετύρωι κώμηι, ἀντὶ δανείου ἀργυρίου καλοῦ δραχμῶν δισχιλίων, ἃς ἔφη Σαμμώνης ὁ αὐτὸς ἔχειν παρὰ Ἀβδαλλάθου τοῦ Βα… ἐπὶ ὑποθήκηι τῶν προδιασαφουμένων χωρῶν πασῶν … …ων καὶ μὴ ἐμποιεῖσθαι μηδενὸς … … χωρῶν καὶ τῶν ἐνόντων ἀμπέλων … … τρόπωι μηδενὶ μηδὲ παρευρέσει μηδεμιᾶι, ἐὰν δὲ μή, εἶναι τὴν ἐμποίησιν ἄκυρον … αὐτὸν δὲ Σαμμώνην ἢ τὸν παρὰ ταῦτα ἀγηγοχότα ἔνοχον εἶναι … ἀργυρίου καλοῦ δραχμὰς δισχιλίας καὶ τὴν ἔκστασιν ταύτην εἶναι καὶ οὕτως κυρίαν. … μάρτυρες· Ἡλιόδωρος στρατηγὸς καὶ ἐπιστάτης τῆς πόλεως … … Κόνων Νικοστράτου. η ι … ἔδωκεν ὁ δεῖνα Σελεύκου τοῦ Θεομνήστου Εὐρωπαῖος ὁ ἐπικαλούμενος … καὶ τῶν σωματοφυλάκων Ἀμαθιάραι τῆι θυγατρὶ αὐτοῦ, Ἀρτεμιδώρου δὲ τοῦ δεῖνος Εὐρωπαίου γυναικί, ἀνθʼ ὧν ἔφη εὐχρηστηθῆναι αὐτὸν ὑπʼ αὐτῆς ἐν πλείοσιν, σώματα αὐτοῦ δουλικὰ … οἷς ὀνόματα … … ὡς ἐτῶν δεκαδύο, καὶ Βαρβαιζαβαδάτη… ἐφʼ ὧι διαμενεῖ τὰ δεδομένα κυρίως εἰς ἅπαντα τὸν χρόνον Ἀμαθιάραι καὶ τέκνοις αὐτῆς καὶ ἀπογόνοις καὶ τοῖς μεταληψομένοις παρʼ αὐτῶν, καὶ οὐκ ἀθετήσει ὁ δεῖνα τὴν δόσιν ταύτην, ἐὰν δὲ ἀθετήσηι αὐτὸς ἢ ἕτερος ἐκ τοῦ αὐτοῦ λόγου, ἡ μὲν ἀθέτησις ἔσται ἄκυρος, ὁ δὲ δεῖνα ἢ ὁ παρὰ ταῦτα ἀγηγοχὼς ἔνοχος ἔσται τοῖς διηγορευμένοις ἐπιτίμοις κατὰ τῶν τὰς δόσεις ἀνασκευαζόντων καὶ ἡ δόσις αὕτη ἔσται καὶ οὕτως κυρία. μάρτυρες· … … χρεοφύλακες, Ὄλυπμος Λυσίου, Ἀρτεμίδωρος Θεοδώρου … κ α τ … Κόνων τοῦ δεῖνος Εὐρωπαῖος, φάμενος …ρα δεδανεικέναι κατὰ μέρος … κατὰ συγγραφὴν δανείου γενομένην … … Ἀριαβάζωι Ἀριαβάζου, Ἀβιδγιναίωι Β…δωι …ου, Ὀρτονοπάτηι …ου, Ζωβαίωι …ου, Μοκείμῳ Ναβου… … ἐπὶ ὑποθήκηι τοῖς ὑπάρχουσιν αὐτοῖς πᾶσιν, οὖσι δὲ παρὰ τοῖς κυρίοις, τὸ δὲ προγεγραμμένον ἀργύριον καὶ τοὺς τόκους ἀποδώσειν … …σον, ἐὰν δὲ μὴ ἀποδῶσιν ἐν τῶι ὡρισμένωι χρόνωι, … … διαστολαῖς, περὶ ὧν καὶ προσαγγελίαν ἐπιδέδωκεν ὁ Κόνων … καὶ περὶ τούτων ἐδέξατο ἀπʼ αὐτῶν μαρτυρίαν, ἔτι δὲ καὶ περὶ ἑτέρων τινῶν διὰ τῶν αὐτῶν χρεοφυλάκων ἐπιδέδωκεν ἄλλην προσαγγελίαν … καὶ ἐδέξατο … μαρτυρήσαντος τοῦ Ἡλιοδώρου κατὰ τὴν αὐτὴν μαρτυρίαν ὅτι ἦσαν οἱ δεδανεισμένοι Ἀριάβαζος Ἀβιδγιναῖος … … δος Ὀρτονοπάτης Μόκειμος καὶ Ζωβαῖος οἱ ἐπάνω ὄντες Εὐρωπαῖοι κατὰ τὴν προδηλουμένην συγγραφὴν … … ἐξωμολογήσατο Κόνων ὁ αὐτὸς ἀπέχειν παρὰ τῶν προγεγραμμένων … Ἀριαβάζου Ἀβιδγιναίου … …δου Ὀρτονοπάτου Ζωβαίου καὶ Μοκείμου ι… καὶ εἰς τὸν ἅπαντα χρόνον μήτε ἐνκαλεῖν μήτε ἐνκαλέσειν τοῖς περὶ τὸν Ἀριάβαζον πᾶσι μηδὲ περὶ …

---

Documentary Papyri, P.Dura. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.dura.
