# P.Dura 21

Documentary Papyri, P.Dura, P.Dura 21. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-dura/21
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-dura/21

… ἀποδώσει ὁ Βααδάδαδος τῶι Ἀπολλωνίωι ἐν μηνὶ … τῶι ἐν τῶι ὡς τὸ πρότερον … ἔτει· ἐὰν δὲ μὴ ἀποδῶι ἐν τῶι ὡρισμένωι χρόνωι, ἔσται καὶ οὕτως παρεχόμενος ὁ Βααδάδαδος τῶι Ἀπολλωνίωι τὰς αὐτὰς χρείας ἐπὶ ταῖς προκειμέναις διαστολαῖς μέχρι τῆς τοῦ ἀργυρίου ἀποδόσεως· ἐὰν μέντοι γε τοῦ χρόνου παρεληλυθότος βούληται ὁ Ἀπολλώνιος ἐκκομίζεσθαι τὸ ἀργύριον, ἀπαιτηθεὶς δὲ ὁ Βααδάδαδος μὴ δύνηται αὐτίκα τὸ ἀργύριον ἀποδοῦναι, ἡ πρᾶξις ἔσται τῶι Ἀπολλωνίωι καὶ παντὶ τῶι τὴν συνγραφὴν ταύτην ἐπιφέροντι παρά τε τοῦ Βααδαδάδου καὶ τῶν ὑπαρχόντων τῶν ὑποκειμένων καὶ ὧν ἂν ἐπικτήσηται πάντων, ἐκπράσσοντι κυρίως τὸ πᾶν πλὴν … σὺν τῶι …ωι· παρὼν δὲ Βηλάκαβος Σαλαμάνου τοῦ Βαναρσᾶ … τῶν ἀπὸ … εὐδόκησεν τῶι χρηματισμῶι τούτωι καὶ τῆι ὑποθήκηι. ἐτάξατο δὲ ὁ Βααδάδδαδος ἀνανεώσεσθαι τὴν συνγραφὴν ταύτην διὰ τοῦ αὐτόθι χρηματιστηρίου ὅταν παραγγελῇ αὐτῶι ὑπὸ τοῦ Ἀπολλωνίου ἐν ἄλλαις ἡμέραις πέντε · ἐὰν δὲ μὴ ἀνανεώσηται ἐκτείσειν τῶι Ἀπολλωνίωι ἐπίτιμον ἀργυρίου δραχμὰς … εἰς δὲ τὸ βασιλικὸν τὰς ἴσας, καὶ τὴν συνγραφὴν ταύτην εἶναι καὶ οὕτως κυρίαν. μάρτυρες· Νικόστρατος … …κλέους, Δαμόνικος Δημοκράτους. … ου τετρακοσιοστοῦ Περιτίου πέμπτηι ἐπʼ εἰκάδι. … ου τετρακοσιοστοῦ Περιτίου πέμπτηι ἐπʼ εἰκάδι. … ου τετρακοσιοστοῦ Περιτίου πέμπτηι ἐπʼ εἰκάδι.

---

Documentary Papyri, P.Dura. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.dura.
