# P.Dura 25.int.1-25.ext.22

Documentary Papyri, P.Dura, 25.int.1 to 25.ext.22. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-dura/25.int.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-dura/25.int.1

ἐπὶ ὑπάτων Βρουντίου Πραισεντ… τὸ δεύτερον καὶ Ἰουλίου Οὐήρου τὸ δεύτερον, ἔτους εἰκοστοῦ τῆς Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνείνου, τετάρτου δὲ ἔτους τῆς Αὐτοκράτορος Καίσαρος Λουκίου Αὐρηλίου Κομμόδου, Σεβαστῶν, ἡγεμονίας, κατὰ δὲ τὸν πρότερον ἀριθμὸν υϙα, μηνὸς Περιτίου τετάρτῃ, ἐν Εὐρωπῷ τῇ … Ζηνοδότου τοῦ Ἡλιοδώρου, Ἀπόλλωνος δὲ Θεοδώρου τοῦ Ἀθηνοδότου τοῦ Ἀρτεμιδώρου, τῶν δὲ προγόνων Ἡλιοδώρου τοῦ Διοκλέους τοῦ Ἡλιοδώρου, βασιλέως δὲ Σελεύκου Νικάτορος Δανύμου τοῦ Σελεύκου τοῦ Δανύμου. ἀπέδοτο Λυσίας Λυσίου τοῦ Ἡλιοδώρου τοῦ Ἀριστονίκου, Εὐρωπαῖος, δοῦλον αὐτοῦ ᾧ ὄνομα Ἀχαβοῦς, ὡς ἐτῶν κ, καὶ … τῆς οὔσης ἐν ἐπιφυτευτικοῖς περὶ Ναβαγάτα τὴν αὐτήν, ἐγγὺς τῆς αὐτῆς κώμης, λεγομένης δὲ τῶν Βαείριος …νι…μένων, ἐκ τῆς πρὸς Ἡλιόδωρον Λυσίου, τὸν ἀδελφὸν αὐτοῦ, τὸν ἔχοντα τὸ λοιπὸν μέρος τῆς αὐτῆς ἀμπέλου μετοχῆς· τὸν δʼ αὐτὸν δοῦλον καὶ τὸ μέρος ἥμισυ τῆς αὐτῆς ἀμπέλου ἐπιβαλόντα αὐτῷ Λυσίᾳ …νκατα… κατὰ τὰς προυπαρχούσας τῆς ὅλης ἀμπέλου ὁρίους καὶ νομὰς … … μεθʼ ἑτέρων κατὰ τὴν γενομένην αὐτῷ διαίρεσιν πρὸς Ἡλιόδωρον τὸν ἐπάνω ἀδελφὸν κατὰ χρηματισμὸν γεγενημένον διὰ τοῦ αὐτόθι χρεοφυλακίου ἐν τῷ ἐνεστῶτι ἔτει καὶ διελθόντι μηνί· ἐπρίατο Ἡλιόδωρος ὁ ἐπάνω ἀργυρίου δραχμῶν πεντακοσίων καὶ τῶν γεινομένων πάντων. βεβαιοῖ καὶ προπωλεῖ κατὰ τὸν νόμον Λυσίας ὁ ἀποδόμενος καὶ ἐξεδέξατο, ἐάν τις ἐμποιηθῇ τοῦ πεπραμένου δούλου καὶ τοῦ μέρους ἡμίσους ἀμπέλου, αὐτὸν ἀντικαταστάντα καθαροποιήσειν τῷ Ἡλιοδώρωι· ἐάν δὲ μὴ καθαροποιήσῃ, βλαβῇ δέ τι ὁ Ἡλιόδωρος διὰ ταῦτα, ἐκτίσειν αὐτῷ πᾶν ὃ ἂν γένηται βλάβος διπλοῦν καὶ ἐπίτιμον δραχμὰς πεντακοσίας . Ἡλιόδωρος, στρατηγὸς καὶ ἐπιστάτης πόλεως· Θεόμνηστος, Θεόδοτος, Ἀθηνόδωρος, χρεοφύλακες· Ὄλυμπος Λυσίου, Ἀρτεμίδωρος Θεοδώρου, Ἀπολλοφάνης Χαρανίδου. ἐπὶ ὑπάτων Βρουντίου Πραίσεντι τὸ δεύτερον καὶ Ἰουλίου Οὐήρου τὸ δεύτερον, ἔτους εἰκοστοῦ τῆς Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνείνου, τετάρτου δὲ ἔτους τῆς Αὐτοκράτορος Καίσαρος Λουκίου Αὐρηλίου Κομμόδου, υἱοῦ αὐτοῦ, Σεβαστῶν ἡγεμονίας, κατὰ δὲ τὸν πρότερον ἀριθμὸν υϙα, μηνὸς Περιτίου τετάρτῃ ἐν Εὐρωπῷ τῇ πρὸς Ἀραβίᾳ, ἐπὶ ἱερέων Διὸς μὲν Λυσανίου τοῦ Ζηνοδότου τοῦ Ἡλιοδώρου, Ἀπόλλωνος δὲ Θεοδώρου τοῦ Ἀθηνοδότου τοῦ Ἀρτεμιδώρου, τῶν δὲ προγόνων Ἡλιοδώρου τοῦ Διοκλέους τοῦ Ἡλιοδώρου, βασιλέως δὲ Σελεύκου Νικάτορος Δανύμου τοῦ Σελεύκου τοῦ Δανύμου. ἀπέδοτο Λυσίας Λυσίου τοῦ Ἡλιοδώρου τοῦ Ἀριστονίκου, Εὐρωπαῖος, οἰκῶν δὲ ἐν Ναβαγάτοις κώμῃ τῆς περὶ Γαβαλεῖν ὑπαρχείας, δοῦλον αὐτοῦ ᾧ ὄνομα Ἀχαβοῦς, ὡς ἐτῶν κ, ἀπέδοτο δὲ ὁμοίως καὶ τὸ ὑπάρχον αὐτῶι μέρος ἥμισυ ἀμπέλου τῆς οὔσης ἐν

---

Documentary Papyri, P.Dura. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.dura.
