# P.Dura 29

Documentary Papyri, P.Dura, P.Dura 29. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-dura/29
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-dura/29

… Ὑπερβερεταίου β. ἐπὶ παρακαταθήκῃ ὁμολογία. ἐπὶ ὑπάτων τὸ γ καὶ τὸ α, πρὸ ϛ Νωνῶν Ὀκτωβρίων, ἔτους δὲ κατὰ τὸν πρότερον ἀριθμὸν δευτέρου ξφ, μηνὸς Ὑπερβερεταίου δευτέρᾳ, ἐν … Αὐρηλία Γαία Σατορνείλου, Δουρηνή, οἰκοῦσα ἐνταῦθα, δίκαιον τέκνων ἔχουσα ὡμολόγησεν Ἀμαθθαβείλῃ, Δουρηνῇ, οἰκούσῃ ὁμοίως ἐνταῦθα, ἠριθμῆσθαι καὶ ἔχειν παρʼ αὐτῆς ἐν παρακαταθήκῃ ἀκίνδυν… παντὸς κινδύνου τῇ ἐνεστώσῃ ἡμέρᾳ ἀργυρίου καλοῦ δοκίμου δηνάρια ἑκατὸν ἀδιάγραφα καὶ ἀπρόσθετα, ἃ ἀναφυλάξει παρʼ ἑαυτῇ καὶ ἐπὶ τοῖς ὑπάρχουσι αὐτῆς καὶ ἀποκαταστήσει τῇ Ἀμαθθαβείλῃ ὁπότε ἂν η…ηηα…α ἀπαιτηθῇ ἄνευ ἀναβολῆς καὶ ὑπερθέσεως· ἐὰν δὲ ἀπαιτηθεῖσα μὴ ἀποδῷ, ἐνσχεθήσεται τοῖς διηγορευμένοις ἐπιτίμοις τῶν τὰς πίστεις τῶν παρακαταθηκῶν παραβαινόντων, καὶ ἔσται ἡ πρᾶξις τῇ Ἀμαθθαβείλῃ καὶ ἄλλῳ παντὶ τῷ ὑπὲρ αὐτῆς κυρίως τὴν ὁμολογίαν ταύτην προφερομένῳ … ἐξ αὐτῆς τῆς Γαίας καὶ ἐξ ὑπαρχόντων αὐτῇ πάντῃ γε πάντως. … καλῇ πίστει ἠρίθμηται καὶ ἔχει ἐν παρακαταθήκῃ ἡ Γαία παρὰ τῆς Ἀμαθθαβείλης τὰ δηλούμενα δηνάρια ἑκατὸν καὶ ἀποδώσειν ὁπότε ἂν ἀπαιτηθῇ, καὶ ὤμοσεν τὸν Σεβάσμιον ὅρκον ταῦτα οὕτως καλῶς γενέσθαι … ταῦτα δοθῆναι, πίστει ἐπηρώτησεν Ἀμαθθαβείλη καὶ πίστει ὡμολόγησεν Γαία. Αὐρήλιος Θεόδωρος Βερνικιανοῦ, Ζευγματεύς, οἰκῶν ἐνταῦθα, ἀξιωθεὶς ἔγραψα ὑπὲρ Αὐρηλίας Γαίας, ἀγραμμάτου, ὁμολογούσης ἔχειν ἐν παρακαταθήκῃ δηνάρια ἑκατόν, ἃ καὶ ἀποδώσει ὅταν ἀπαιτηθῇ. Ἀντόνιος Πολυκράτης. Φλαούιος Οὐαλέριος μαρτυρῶ. Αὐρήλιος Ὀνιακῆς μαρτυρῶ.

---

Documentary Papyri, P.Dura. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.dura.
