# P.Edfou 1 2

Documentary Papyri, P.Edfou 1, P.Edfou 1 p. 177-178 no. P. 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-edfou-1/2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-edfou-1/2

ἐν ὀνόματι τῆς ἁγίας καὶ ζωοποιοῦ καὶ ὁμοουσίου τριάδος πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. Φαρμοῦθι ἰνδικτίονος ζ Αὐρήλιος Σανσνῶς υἱὸς Ἄπα Δίου ὁρμώμενος ἀπὸ Ἀπόλλωνος ἄνω Θεοδώρῳ παιδὶ υἱῷ Χαιρήμονος ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. ὁμολογῶ διὰ τῆς παρούσης μου ἐγγράφου ἀσφαλείας ἔχειν καὶ χρεωστεῖν σοι καθαρῶς καὶ ἀποκρότως χρυσοῦ νόμισμα ἓν ζυγῷ Ἀπόλλωνος, ὅπερ καταβέβληκας ὑπὲρ ἐμοῦ εἰς τὰ εὐσεβῆ μου τελέσματα τῆς παρούσης ἑβδόμης ἰνδικτίονος, γίνεται χρυσοῦ νόμισμα α μόνον ὅπερ σὺν θεῷ ἑτοίμως ἔχω παρασχεῖν σοι οὕτως· ἥμισυ μὲν νόμισμα ἐν οἴνῳ ἐν τῷ καιρῷ τῶν τρυγῶν τῆς εἰσιούσης ὀγδόης ἰνδικτίονος ἀπὸ οἴνου κόλοβα πεντήκοντα ὀκτωξέστῳ μέτρῳ ἄκουφα, τὸ δὲ ἄλλο ἥμισυ χρυσοῦ νομισματίου εἰς συμπλήρωσιν τοῦ ἑνὸς νομίσματος ἐν τῷ μηνὶ Μεσορὴ τῆς αὐτῆς ὀγδόης ἰνδικτίονος μετὰ τῶν τόκων τοῦτʼ ἔστιν οἴνου κόλοβα πέντε καὶ τὰ ὡς εἰκὸς εὑρισκόμενα ἐξ αὐτοῦ τοῦ οἴνου, ὀξονάρια ἢ ἀποίητα ἀλλάξαι ἕως τοῦ μηνὸς Τῦβι τῆς αὐτῆς καὶ ὑπεθέμην σοι τὴν διαφέρουσαν μοι βούθηλιν, ὥστε μετὰ ταύτην εἶναι ὑπὸ τὴν σὴν ἐξουσίαν ἄχρι ἀποδόσεως καὶ συμπληρώσεως τοῦ αὐτοῦ χρέους καὶ εἰς σὴν ἀσφάλειαν πεποίημαι τοῦτο τὸ ἀσφαλὲς κύριον καὶ βέβαιον μεθʼ ὑπογραφῆς τοῦ ὑπὲρ ἐμοῦ ὑπογράφοντος καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Σανσνῶς υἱὸς Ἄπα Δίου ἐκ μητρὸς Ταβήνης ὁ προγεγραμμένος ἐθέμην τὴν παροῦσαν ἀσφάλειαν καὶ στοιχεῖ μοι πάντα τὰ ἐνγεγραμμένα ὡς πρόκειται. Πετρώνιος Κολλούθου ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδότων. Φλάουιος Κῦρος Παχουμίου μαρτυρῶ τῷ ἀσφαλεῖ αἰτηθεὶς παρὰ τοῦ θεμένου. Φλάουιος Σαβῖνος Ἀρσυλίου πράκτωρ μαρτυρῶ. διʼ ἐμοῦ Κυρίλλου Σαβίνου ἐγράφη. ἀσφάλεια Αὐρηλίου Σανσνῶτος ἀπὸ Ἀπόλλωνος ἄνω νομίσματος α

---

Documentary Papyri, P.Edfou 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.edfou;1.
